Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

διὸ οὐ κεκώλυται τὸν παραλυτικόν, λεγόμενον »τέκνον«, εἶναι καὶ τεκνίον· ὥστε οὐκ ἀνάγκη τὸν ὀνομασθέντα τέκνον, τὸν παραλυτικόν, εἶναι ἐντελέστερον τῶν πρὸς οὓς ὁ λόγος εἶπεν τὸ » Τεκνία«.

χρὴ δὲ εἰδέναι ὅτι οὐχ ὥσπερ ἐπὶ τῶν ἀνθρώπων οὐ δύναται τὸ τέκνον γενέσθαι ὕστερον ἀδελφὸς οὗ ἔφθασεν εἶναι τέκνον, οὕτως ἀδύνατον μεταβαλεῖν ἐκ τέκνου Ἰησοῦ πρὸς τὸ γενέσθαι αὐτοῦ ἀδελφόν.

οὗτοι γοῦν πρὸς οὓς εἶπεν· »Τεκνία« μετὰ τὴν τοῦ σωτῆρος ἀνάστασιν, ὡσπερεὶ μεταποιωθέντες ἀπὸ τῆς ἀναστάσεως Ἰησοῦ, γίνονται τοῦ πρότερον εἰπόντος »Τεκνία« ἀδελφοί.

διὸ γέγραπται· »Πορεύου πρὸς τοὺς ἀδελφούς. »καὶ εἰπὲ αὐτοῖς· Ἀναβαίνω πρὸς τὸν πατέρα μου καὶ πατέρα »ὑμῶν, καὶ θεόν μου | καὶ θεὸν ὑμῶν«.