Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τοιοῦτος οὖν ὢν ὁ υἱὸς ἐδοξάσθη, καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ.

εἰ δὲ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ, ἀντιδωρεῖται αὐτῷ ὁ πατὴρ τὸ μεῖζον οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου πεποίηκεν· μεῖζον γὰρ τῷ δοξάσαντι τὸν θεόν, ἐλάττονι τὸν διαφέροντα, κατὰ | τὸ »Ὁ πατὴρ ὁ πέμψας »με μείζων μου ἐστίν« τὸ δοξασθῆναι τὸν υἱὸν τοῦ ἀνθρώπου ἐν τῷ θεῷ, τὸν ἐλάττονα ἐν τῷ κρείττονι.

καὶ πολλῷ γε ὑπερέχουσα ἡ δόξα ἐν τῷ υἱῷ ἐστιν ὅτε δοξάζει αὐτὸν ὁ πατήρ, ἢ ἐν τῷ πατρὶ ὅτε ἐδοξάσθη ὁ πατὴρ ἐν τῷ υἱῷ.

καὶ ἔπρεπέν γε τὸν μείζονα, ἀμειβόμενον τὴν δόξαν ἣν ἐδόξασεν αὐτὸν ὁ υἱός, χαρίσασθαι τῷ υἱῷ τὸ δοξάσαι αὐτὸν ἐν αὐτῷ, ἵν’ ὁ υἱὸς ᾖ ἐν τῷ θεῷ δοξαζόμενος. εἶτ’ ἐπεὶ ὅσον οὐδέπω ταῦτα γίνεσθαι ἔμελλεν (λέγω δὲ τὸ δοξάζεσθαι τὸν υἱὸν ἐν τῷ θεῷ), διὰ τοῦτο ἐπιφέρει τὸ » Καὶ εὐθὺς »δοξάσει αὐτόν«.