Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
Ὅρα δὲ πόθεν ›ἀπὸ δόξης‹ φησί, καὶ ποῦ ›εἰς δόξαν‹· ἀπὸ δόξης τῆς τοῦ δοξαζομένου, εἰς δόξαν τὴν τῶν δοξαζόντων.
ἡνίκα οὖν ἦλθεν ἐπὶ τὴν οἰκονομίαν, ἀφ’ ἧς ἔμελλεν ἀνατέλλειν τῷ κόσμῳ καὶ γινωσκόμενος δοξάζεσθαι ἐπὶ δόξῃ τῶν δοξαζόντων αὐτόν, εἶπεν τὸ » Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« καὶ ἔτι » Οὐδεὶς
»ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ«· ἔμελλεν δὲ ἐκ τῆς οἰκονομίας ἀποκαλύπτειν τὸν πατέρα ὁ υἱός, διὰ τοῦτο· »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«. ἢ τὸ » Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν »αὐτῷ« συνεξετάσεις τῷ »Ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα τὸν »πέμψαντά με«· θεωρεῖται γὰρ ἐν τῷ λόγῳ, ὄντι θεῷ καὶ εἰκόνι τοῦ θεοῦ τοῦ ἀοράτου, ὁ γεννήσας αὐτὸν πατήρ, τοῦ ἐνιδόντος τῇ εἰκόνι τοῦ ἀοράτου θεοῦ εὐθέως ἐνορᾶν δυναμένου καὶ τῷ πρωτοτύπῳ τῆς εἰκόνος τῷ πατρί.ἔτι δὲ καὶ οὕτως σαφέστερον ἂν τὰ κατὰ τὸν τόπον λαμβάνοιτο· ὡς διά τινας τὸ ὄνομα τοῦ θεοῦ βλασφημεῖται ἐν τοῖς ἔθνεσιν, οὕτω διὰ τοὺς ἁγίους, ὧν βλέπεται τὰ καλὰ ἔργα λαμπρότατα ἔμπροσθεν τῶν ἀνθρώπων, δοξάζεται τὸ ὄνομα τοῦ πατρὸς τοῦ ἐν τοῖς οὐρανοῖς.
ἐν τίνι οὖν ἐδοξάσθη τοσοῦτον ὅσον ἐν τῷ Ἰησοῦ, ἐπεὶ ἁμαρτίαν οὐκ ἐποίησεν μηδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, μηδὲ ἔγνω ἁμαρτίαν;