Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

νῦν οὖν, ὅτε ἡ οἰκονομία τοῦ ὑπὲρ | πάντων πάθους τοῦ υἱοῦ τοῦ ἀνθρώπου γίνεται οὐ χωρὶς θεοῦ, »διὸ ὁ θεὸς »αὐτὸν ὑπερύψωσεν«· »Ἐδοξάσθη, φησίν, ὁ υἱὸς τοῦ ἀνθρώπου οὐ »μόνος«· καὶ »ὁ θεὸς γὰρ ἐδοξάσθη ἐν αὐτῷ«, καὶ οὕτως δ’ ἂν τὰ κατὰ τὸν τόπον τις διηγήσαιτο.

γέγραπται· »Οὐδεὶς ἔγνω τὸν υἱόν, »εἰ μὴ ὁ πατήρ« καὶ εἴρηται· » Καὶ μακάριος εἶ, Σίμων Βαριωνᾶ, »ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι, ἀλλ’ ἢ ὁ πατήρ μου ὁ »οὐράνιος«.

ὅσον οὖν οὐκ ἔγνωστο ὁ υἱὸς τῷ κόσμῳ (»Ἐν τῷ κόσμῳ »γὰρ ἦν, καὶ ὁ κόσμος δι’ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ »ἔγνω«), οὐδέπω ἐν κόσμῳ δεδόξαστο, καὶ ἦν ἡ ζημία τοῦ μὴ δεδοξάσθαι αὐτὸν ἐν τῷ κόσμῳ οὐ τοῦ μὴ δεδοξασμένου ἀλλὰ τοῦ μὴ δοξάζοντος αὐτὸν κόσμου.

ὅτε δὲ ἀπεκάλυψεν ὁ οὐράνιος πατὴρ οἷς ἀπεκάλυψεν ἀπὸ τοῦ κόσμου οὖσιν τὴν τοῦ Ἰησοῦ γνῶσιν, τότε ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τοῖς ἐγνωκόσιν αὐτόν, καὶ δι’ ἧς ἐδοξάσθη δόξης ἐν τοῖς ἐγνωκόσιν αὐτόν, περιεποίησεν δόξαν τοῖς ἐγνωκόσιν αὐτόν· οἱ γὰρ ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφοῦνται.