Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ περὶ τῆς Μωϋσέως δὲ δόξης ἐν τῇ Ἐξόδῳ τοιαῦτα λέλεκται· »Ὡς δὲ κατέβαινε Μωϋσῆς ἐκ τοῦ ὄρους, καὶ αἱ δύο πλάκες τῆς »διαθήκης ἐπὶ τῶν χειρῶν Μωϋσῇ· καταβαίνοντος δὲ αὐτοῦ ἐκ τοῦ »ὄρους, καὶ Μωϋσῆς οὐκ ᾔδει ὅτι δεδόξασται ἡ ὄψις τοῦ χρωτὸς »τοῦ προσώπου αὐτοῦ ἐν τῷ λαλεῖν αὐτὸν αὐτῷ. καὶ εἶδεν Ἀαρὼν »καὶ πάντες οἱ υἱοὶ Ἰσραὴλ τὸν Μωϋσῆν, καὶ ἦν δεδοξασμένη ἡ »ὄψις τοῦ χρωτὸς τοῦ προσώπου αὐτοῦ· καὶ ἐφοβήθησαν ἐγγίσαι »αὐτῷ«.
Τοῦτο τὸ περὶ τῆς δόξης σημαινόμενον καὶ ἐν τῷ κατὰ Λοῦκαν εὐαγγελίῳ διὰ τούτων δηλοῦται· » Καὶ ἐγένετο ἐν τῷ »προσεύχεσθαι αὐτὸν ἡ ἰδέα τοῦ προσώπου αὐτοῦ ἑτέρα, καὶ ἠλλοιώθη »ὁ ἱματισμὸς αὐτοῦ καὶ ἐγένετο λευκός, ἐξαστράπτων. καὶ ἰδοὺ »ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ ’Ηλίας· οἳ
»ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλεν πληροῦν »ἐν Ἱερουσαλήμ«.καὶ ὁ Παῦλος δὲ ὅρα ἐπὶ τίσι τὸ ὄνομα τῆς δόξης παραλαμβάνει· ὅπου μὲν γὰρ λέγει· | » Εἰ δὲ ἡ διακονία τοῦ θανάτου »ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ, ὥστε μὴ »ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωϋσέως διὰ τὴν »δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην· πῶς οὐχὶ μᾶλλον »ἡ διακονία τοῦ πνεύματος ἔσται ἐν δόξῃ; εἰ γὰρ τῇ διακονίᾳ τῆς »κατακρίσεως δόξα, πολλῷ μᾶλλον περισσεύει ἡ διακονία τῆς »δικαιοσύνης δόξῃ. καὶ γὰρ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ »τῷ μέρει, ἕνεκεν τῆς ὑπερβαλλούσης δόξης· εἰ γὰρ τὸ »καταργούμενον διὰ δόξης, πολλῷ μᾶλλον τὸ μένον ἐν δόξῃ«· ὅπου δὲ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν κυρίου »κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς »δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος«.
καὶ πάλιν μετ’ ὀλίγα· »Εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς »ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου »ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων, εἰς τὸ μὴ καταυγάσαι τὸν »φωτισμὸν τοῦ εὐαγγελίου τῆς δόξης τοῦ χριστοῦ, ὅς ἐστιν εἰκὼν »τοῦ θεοῦ«.