Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐὰν μὴ ἄρα τοῦτο φάσκῃ τις ἀνα λαβεῖν εἰς συμπλοκὴν τὴν ἐν τῷ λήγοντι τοῦ συνημμένου, ἵνα ἄρχηται μὲν τὸ συνημμένον ἀπὸ τοῦ »Ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«, λήγῃ δὲ εἰς τὸ » Καὶ ὁ θεὸς δοξάσει αὐτὸν ἐν αὑτῷ, καὶ εὐθὺς δοξάσει »αὐτόν«, ἀναγκαίως δὲ προσχῶμεν τῷ τῆς δόξης ὀνόματι, οὐ κειμένῳ ἐπὶ τοῦ παρά τισι τῶν Ἑλλήνων μέσου πράγματος, καθ’ ὃ ὁρίζονται εἶναι δόξαν τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, δῆλον ὅτι ἐπ ἄλλου παρὰ τοῦτο κεῖται ὄνομα ἐκ τοῦ ἐν τῇ Ἐξόδῳ οὕτω εἰρημένου· »Καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή.

καὶ οὐκ ἠδυνάσθη’ »Μωϋσῆς εἰσελθεῖν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου, ὅτι ἐπεσκίαζεν »ἐπ’ αὐτὴν ἡ νεφέλη καὶ δόξης κυρίου ἐπλήσθη ἡ σκηνή«.

καὶ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν τοῦτο ἀναγεγραμμένον τοῦτον τὸν τρόπον· »Καὶ ἐγένετο ὡς ἐξῆλθον οἱ ἱερεῖς ἐκ τοῦ ἁγίου, καὶ ἡ νεφέλη »ἔπλησεν τὸν οἶκον κυρίου.

καὶ οὐκ ἐδύναντο οἱ ἱερεῖς στῆναι »λειτουργίαν ἐνώπιον τῆς νεφέλης, ὅτι ἔπλησεν δόξα κυρίου τὸν οἶκον«.