Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ πάλιν μετ’ ὀλίγα· »Ὅτι ὁ θεὸς ὁ εἰπὼν ἐκ σκότους »φῶς λάμψει, ὃς ἔλαμψεν ἐν ταῖς καρδίαις ἡμῶν πρὸς φωτισμὸν »τῆς γνώσεως τῆς δόξης τοῦ θεοῦ ἐν προσώπῳ Ἰησοῦ Χριστοῦ« ἕκαστον δὲ τούτων ἀκριβῶς νῦν διηγήσασθαι οὐκ ἀπαιτεῖ ἡ προκειμένη τῆς εὐαγγελικῆς λέξεως διήγησις· πλὴν ὡς διὰ βραχέων τοσαῦτα λεκτέον· ὅσον μὲν κατὰ τὸ σωματικὸν θειοτέρα τις γέγονεν ἐπιφάνεια ἐν τῇ σκηνῇ καὶ ἐν τῷ ναῷ συντελεσθεῖσιν καὶ ἐν τῷ προσώπῳ Μωϋσέως, τῇ θείᾳ φύσει ὁμιλήσαντος· ὅσον δὲ κατὰ τὴν ἀναγωγὴν τὰ περὶ θεοῦ ἀκριβῶς γινωσκόμενα καὶ τῷ ἐπιτηδείῳ δι’ ὑπερβολὴν καθαρότητος νῷ θεωρούμενα δόξα ἂν λέγοιτο εἶναι θεοῦ ὀφθεῖσα· ἐπεὶ ὁ κεκαθαρμένος καὶ ὑπεραναβὰς πάντα ὑλικὰ νοῦς, ἵνα ἀκριβώσῃ τὴν θεωρίαν τοῦ θεοῦ, ἐν οἷς θεωρεῖ θεοποιεῖται.
λεκτέον τοιοῦτον εἶναι τὸ δεδοξάσθαι τὸ πρόσωπον τοῦ θεωρήσαντος τὸν θεὸν καὶ ὁμιλήσαντος αὐτῷ καὶ συνδιατρίψαντος τοιαύτῃ θέᾳ, ὡς τοῦτο εἶναι τροπικῶς τὸ δεδοξασμένον πρόσωπον Μωϋσέως, θεοποιηθέντος αὐτῷ τοῦ νοῦ.
κατὰ τοῦτο δὲ καὶ ὁ ἀπόστολος
ἔλεγεν τὸ »Ἡμεῖς δὲ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν »κυρίου κατοπτριζόμενοι, τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα«.ὥσπερ δὲ ἡ τοῦ νυκτερινοῦ φωτὸς λαμπρότης ἀνατείλαντος τοῦ ἡλίου ἀμαυροῦται, οὕτω ἡ ἐπὶ Μωϋσέως δόξα ὑπὸ τῆς ἐν Χριστῷ.