Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
(17) Ἀρχὴ τοῦ δεδοξάσθαι τὸν υἱὸν τοῦ ἀνθρώπου μετὰ τὰς ἐπὶ τοῖς σημείοις καὶ τέρασι δόξας καὶ τὴν ἐπὶ τῇ μεταμορφώσει τὸ ἐξεληλυθέναι τὸν Ἰούδαν μετὰ τοῦ εἰσελθόντος εἰς αὐτὸν Σατανᾷ ἀπὸ τοῦ τόπου, ἔνθα ἦν ὁ Ἰησοῦς.
διὸ εἶπεν ὁ κύριος τὸ Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«. ἔτι δὲ καὶ τὸ »Ἐὰν ὑψωθῶ »ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν« εἴρηται ὑπὸ τοῦ σωτῆρος,
σημαίνοντος »ποίῳ θανάτῳ δοξάσει τὸν θεόν«· ἐδόξασεν γὰρ καὶ ἐν τῷ ἀποθνήσκεν τὸν θεόν.διὰ τοῦτο, ὅτε ἡ ἀρχὴ τῆς οἰκονομίας τοῦ μέλλειν ἀποθνήσκειν τὸν Ἰησοῦν ἐνηργεῖτο, ἐξελθόντος μετὰ τὸ ψωμίον τοῦ Ἰούδα, ἵνα πραγματεύσηται κατὰ τοῦ Ἰησοῦ, εἴρηται τὸ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.
εἴτ’ ἐπεὶ οὐκ ἔνεστιν δοξασθῆναι τὸν χριστὸν μὴ ἐνδοξαζομένου αὐτῷ τοῦ πατρός, διὰ τοῦτο πρόσκειται τῷ »Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου« τὸ »Καὶ ὁ θεὸς ἐδοξάσθη ἐν αὐτῷ«.