Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
οὐκ ἦν οὖν νὺξ τοῖς νιπτομένοις τοὺς πόδας ὑπὸ τοῦ Ἰησοῦ ἀλλ’ ἡμέρα λαμπροτάτῃ καθαιρομένοις καὶ ἀπορρυπτομένοις τοὺς ἐν τοῖς ποσὶν τῆς ψυχῆς αὐτῶν ῥύπους, καὶ κατ’ ἐξοχὴν οὐκ ἦν νὺξ τῷ ἀνακειμένῳ ἐν τῷ κόλπῳ τοῦ Ἰησοῦ· ἠγάπα γὰρ αὐτὸν ὁ Ἰησοῦς, καὶ τῇ ἀγάπῃ ἔλυεν πάντα σκότον.
ἀλλ’ οὐδὲ Πέτρῳ ὁμολογοῦντι τὸ »Σὺ »εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος« ἀποκαλύψαντος αὐτῷ τοῦ οὐρανίου πατρός, νὺξ ἦν, ἀλλὰ νὺξ ἄμα αὐτῷ καὶ ἄρνησις ἦν.
καὶ νῦν τοίνυν ὅτε λαβὼν τὸ ψωμίον ὁ Ἰούδας [καὶ] ἐξῆλθεν εὐθύς, τότε ἐξελθόντι αὐτῷ νὺξ ἦν· οὐ γὰρ παρῆν αὐτῷ ὁ ἀνήρ, ᾧ ὄνομα Ἀνατολή, καταλιπόντι ἐν τῷ ἐξεληλυθέναι τὸν τῆς δικαιοσύνης ἥλιον. καὶ ἐδίωκε μὲν τὸν Ἰησοῦν ὁ Ἰούδας, τῆς σκοτίας πεπληρωμένος· ἀλλ’ ἡ σκοτία καὶ ὁ ἀνειληφὼς αὐτὴν οὐ κατείληφευ τὸ διωκόμενον φῶς.
διὸ καὶ ὅτε εἶπεν ὡς δικαιοσύνης λόγον τὸ »Ἥμαρτον »παραδοὺς αἶμα δίκαιον« »ἀπελθὼν ἀπήγξατο«, τοῦ ἐν αὐτῷ Σατανᾷ μέχρι τῆς ἀγχόνης αὐτὸν χειραγωγήσαντος καὶ ἐπὶ ταύτην αὐτὸν ἀναρτήσαντος, ὅτε καὶ τῆς ψυχῆς αὐτοῦ ὁ διάβολος ἥψατο· οὐ γὰρ ἦν τοιοῦτος ὡς λεχθῆναι περὶ αὐτοῦ ὑπὸ | κυρίου, ὅπερ εἴρηται περὶ τοῦ Ἰὼβ πρὸς τὸν διάβολον· »Ἀλλὰ τῆς ψυχῆς αὐτοῦ μὴ »ἄψῃ«.