Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

πλὴν ἡ διὰ τὸν ὑπὲρ ἀνθρώπων θάνατον δόξα οὐ τοῦ μὴ πεφυκότος ἀποθνήσκειν ἦν μονογενοῦς λόγου καὶ σοφίας καὶ ἀληθείας, καὶ ὅσα ἄλλα εἶναι λέγεται τῶν ἐν τῷ Ἰησοῦ θειοτέρων, ἀλλὰ τοῦ ἀνθρώπου, ὃς ἦν καὶ υἱὸς τοῦ ἀνθρώπου, γενόμενος ἐκ σπέρματος Δαβὶδ τὸ κατὰ σάρκα.

διόπερ ἀνωτέρω μὲν εἶπεν· »Νῦν ζητεῖτέ με ἀποκτεῖναι, ἄνθρωπον ὃς τὴν »ἀλήθειαν ὑμῖν λελάληκα«· ἐν τοῖς ἐξεταζομένοις δὲ λέγει τὸ »Νῦν »ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου«.

τοῦτον δ’, οἶμαι, καὶ ὁ θεὸς ὑπερύψωσεν, γενόμενον ὑπήκοον »μέχρι θανάτου, θανάτου δὲ »σταυροῦ«· ὁ γὰρ λόγος ἐν ἀρχῇ πρὸς τὸν θεόν, ὁ θεὸς λόγος, οὐκ ἐπεδέχετο τὸ ὑπερυψωθῆναι.

ἡ δὲ ὑπερύψωσις τοῦ υἱοῦ τοῦ ἀνθρώπου. γενομένη αὐτῷ δοξάσαντι τὸν θεὸν ἐν τῷ ἑαυτοῦ θανάτῳ, αὕτη ἦν. τὸ μηκέτι ἕτερον αὐτὸν εἶναι τοῦ λόγου ἀλλὰ τὸν αὐτὸν αὐτῷ.