Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
φέρε γὰρ καθ’ ὑπόθεσιν εἰπόντος τοῦ Ἰησοῦ· »Ἄρατε τὸν λίθον« μὴ ἀποκεκρίσθαι τὴν ἀδελφὴν τοῦ τετελευτηκότος μηδὲ εἰρηκέναι· »Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«· τί οὖν ἠκολούθησεν ἂν τούτῳ γεγράφθαι ἢ τοῦτο· »Λέγει ὁ Ἰησοῦς· Ἄρατε τὸν λίθον· »ἦραν οὖν τὸν λίθον«;
νυνὶ δὲ μεταξὺ τοῦ »Ἄρατε τὸν λίθον« καὶ τοῦ »Ἦραν οὐν τὸν λίθον« τὰ εἰρημένα ὑπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος ἐνεπόδισεν τῷ ἀρθῆναι τὸν λίθον. καὶ οὐκ ἂν οὐδὲ τὴν ἀρχὴν κἂν βράδιον ἤρθη, εἰ μὴ ἀποκριθεὶς ὁ Ἰησοῦς πρὸς τὴν ἐκείνης ἀπιστίαν εἰρήκει τὸ » Οὐκ εἶπόν σοι, ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν
»τοῦ θεοῦ;« καλὸν οὖν τὸ μηδὲν γενέσθαι μεταξὺ τῆς Ἰησοῦ προστάξεως καὶ τοῦ ἀπὸ τῶν προστασσομένων, περὶ ὧν Ἰησοῦς ἐκέλευσεν, ἔργου.καὶ οἶμαί γε ἁρμόσειν τῷ τοιούτῳ τὸ εἰπεῖν ὅτι μιμητὴς γέγονεν Χριστοῦ.