Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὡς γὰρ τούτῳ εἶπεν ὁ θεὸς καὶ »ἐγενήθησαν, »ἐνετείλατο καὶ ἐκτίσθησαν«, οὕτως τῷ πιστῷ εἶπεν μὲν Χριστός, πεποίηκεν δὲ οὗτος· καὶ ἐνετείλατο ὁ υἱὸς τοῦ θεοῦ, οὗτος δὲ τὴν ἐντολὴν πεπλήρωκεν, μηδὲν ὑπερθέμενος μηδὲ ζημιώσας ἑαυτὸν παρακοῇ τοῦ μεταξὺ τῆς προστάξεως καὶ τοῦ ἔργου χρόνου· νομιστέον γὰρ τῷ ὕστερον ποιοῦντι τὸ προστεταγμένον παρακοῆς χρόνον εἶναι περὶ τῆς ἐντολῆς τὸν τῆς ἀναβολῆς.
διὰ τοῦτο δὲ καὶ ὁ ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου προσταχθεὶς ὑπὸ τοῦ πατρὸς πορευθῆναι εἰς τὸν ἀγρὸν καὶ ἐργάσασθαι, μὴ παραχρῆμα ποιήσας ἀλλ’ ὅτε ὕστερον μεταμεληθεὶς ἀπῆλθεν, οὐκ ἐποίησεν τὸ θέλημα τοῦ πατρὸς ἐν τῷ πρὸ τῆς μεταμελείας χρόνῳ.
διόπερ μνημονευτέον τοῦ »Μὴ ἀνάμενε »ἐπιστρέψαι πρὸς κύριον, μηδὲ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας« καὶ τοῦ »Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε καὶ αὔριον δώσω, δυνατοῦ σου »ὄντος εὖ ποιεῖν«.