Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
εἰ δέ τις οὐδέπω εἶδεν τὴν δόξαν θεοῦ τῶν οἰομένων πεπιστευκέναι, μανθανέτω ὅτι ἐλέγχεται δι’ ὧν οὐδέπω εἶδεν τὴν δόξαν τοῦ θεοῦ μὴ πεπιστευκώς· ἀψευδὴς γὰρ ὁ μὴ Μάρθᾳ μόνῃ ἀλλὰ καὶ παντί τῳ λέγων τὸ »Ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν »τοῦ θεοῦ«.
Ἡ βραδυτὴς τοῦ ἀρθῆναι τὸν ἐπικείμενον τῷ σπηλαίῳ λίθον ἀπὸ τῆς ἀδελφῆς τοῦ τετελευτηκότος γεγένηται· οἱονεὶ γὰρ ἐνεπόδισεν οἷς προσέταξεν ὁ Ἰησοῦς εἰπών· »Ἄρατε τὸν λίθον« φήσασα· »Ἤδη ὄζει· τεταρταῖος γάρ ἐστιν«.
καὶ εἰ μὴ κεκόλουστό γε ἡ τῆς Μάρθας ἀπιστία εἰπόντος αὐτῇ τοῦ | Ἰησοῦ· » Οὐκ εἶπόν σοι ὅτι ἐὰν πιστεύσῃς, ὄψῃ τὴν δόξαν τοῦ θεοῦ;« οὐκ ἂν οἱ ἀκούσαντες· »Ἄρατε »τὸν λίθον« ἧραν τὸν λίθον.