Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

καὶ τὸ μὲν γευστὸν αὐτοῦ παρίστησιν τὸ » Εἰσίν τινες τῶν ὧδε ἑστώτων

»οἵτινες οὐ μὴ γεύσωνται θανάτου« καὶ τὰ ἑξῆς· τὸ δὲ ὁρατὸν τὸ »Ἐάν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν »αἰῶνα«.

γεύεται δὲ θανάτου, καὶ οὐ γεύεται μόνον ἀλλὰ καὶ ἐμφορεῖται ὡς τροφῆς τοῦ θανάτου ὁ προφερόμενος τὰ ἐναντία τοῖς ῥήμασιν τῆς αἰωνίου ζωῆς.

καὶ ἐπαγγελία ἐστὶν μὴ γεύσεσθαι θανάτου τινὰ τῶν ἑστώτων ἐν τῷ δεικνυμένῳ ὑπὸ τοῦ Ἰησοῦ νοητῷ τόπῳ· παρατήρει γὰρ ὅτι οἱ τρεῖς τὸ » Εἰσί τινες τῶν ὧδε ἑστώτων« ἢ »Εἰσίν τινες τῶν ἑστηκότων ὧδε«, ἅμα εἰρήκασιν περὶ ὧν καὶ ἀνέγραψαν ὅτι »Οὐ γεύσονται θανάτου ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ »ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοὺ« ἢ »Ἐν τῇ δόξῃ αὐτοῦ« ἢ »Ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«.