Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ ἐπεὶ ὡς δυνατοῦ ὄντος τοῦ τὸν ἑστηκότα πεσεῖν εἴρηται· »Ὁ »δοκῶν ἑστάναι βλεπέτω μὴ πέσῃ«, διὰ τοῦτο οὐ περὶ πάντων τῶν ἑστηκότων ἀλλὰ περί τινων ἀναγέγραπται τὸ »Ἀμὴν λέγω ὑμῖν· »εἰσίν τινες τῶν ὧδε ἑστώτων«.
ἑστὼς μὲν οὖν τις οὐ γεύεται θα νάτου, τηρῶν τὸ ἑστηκέναι· τὸν δὲ λόγον παραλαβὼν καὶ τηρῶν θάνατον οὐ θεωρήσει.
Εἴπερ οὖν διαφορά τίς ἐστιν τοῦ γεύσασθαι θανάτου καὶ τοῦ θεωρεῖν τὸν θάνατον, ὡς οὐ συνετοὶ ἀκροαταὶ οἱ Ἰουδαῖοι συγχέοντες τὸν τοῦ κυρίου λόγον, ἀντὶ τοῦ » Θάνατον οὐ θεωρήσει« εἰρήκασιν· » Οὐ μὴ γεύσηται θανάτου« ἐπὶ τὴν ὑποδεεστέραν αἴσθησιν καταπεσόντες τῷ λόγῳ. ζητήσεις δὲ εἰ ὥσπερ ἔστιν θεωρεῖν θάνατον καὶ γεύεσθαι θανάτου, οὕτως καὶ κατὰ τὰ λοιπὰ αἰσθητήρια ἤτοι ἀκούειν θανάτου ἢ ὀσφραίνεσθαι θανάτου ἢ ἅπτεσθαι θανάτου· εἰ γὰρ αἱ χεῖρες τῶν ἀποστόλων ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς, μή τι αἱ χεῖρες τῶν ψευδαποστόλων καὶ ἐργατῶν δολίων, μετασχηματιζομένων εἰς ἀγγέλους δικαιοσύνης, ψηλαφῶσιν περὶ τοῦ λόγου τοῦ θανάτου· καὶ εἰ τὰ πρόβατα Χριστοῦ ἀκούει τῆς φωνῆς αὐτοῦ, μήποτε τὰ μὴ αὐτοῦ πρόβατα, πρὸς οὓς λέγοι ἄν· » Ὑμεῖς οὐκ »ἐστὲ ἐκ τῶν προβάτων τῶν ἐμῶν«, ἀκούει τῆς φωνῆς τοῦ θανάτου.