Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
ὥσπερ γὰρ ἐπὶ τοῦ σώματος διάφοροι αἰσθήσεις εἰσὶν γεῦσις καὶ ὅρασις, οὕτως κατὰ τὰς λεγομένας ὑπὸ τοῦ Σολομῶντος θείας αἰσθήσεις ἄλλη μέν τις ἂν εἴη 〈ἡ〉 ὁρατικὴ τῆς ψυχῆς δύναμις καὶ θεωρητική, ἄλλη δὲ ἡ γευστικὴ καὶ ἀντιληπτικὴ τῆς ποιότητος τῶν νοητῶν τροφῶν.
καὶ ἐπεὶ ὁ κύριος, καθ’ ὃ μὲν ἄρτος ἐστὶν ζῶν ἐκ τοῦ οὐρανοῦ καταβάς, γευστός ἐστιν, τρόφιμος ὢν τῇ ψυχῇ, καθ’ ὃ δὲ σοφία ἐστίν, ὁρατός ἐστιν, ἧς τοῦ κάλλους ἐραστὴς ὁμολογεῖ εἶναι ὁ λέγων· »Ἐραστὴς ἐγενόμην »τοῦ κάλλους αὐτῆς«, καὶ προστάσσει ἡμῖν τὸ »Ἐράσθητι αὐτῆς, καὶ »τηρήσει σε«, διὰ τοῦτο ἐν Ψαλμοῖς εἴρηται τὸ » Γεύσασθε καὶ ἴδετε »ὅτι χρηστὸς ὁ κύριος«.
ὥσπερ δὲ ὁ κύριος γευστὸς καὶ ὁρατός, οὕτως καὶ ὁ ἐχθρὸς αὐτοῦ θάνατος γευστός ἐστι καὶ ὁ|ρατός.