Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ παντὶ δὲ τῷ ἐξουδενοῦντι σοφίαν λεχθείη ἂν τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, ἐπείπερ Χριστὸς καὶ σοφία ἐστίν.
ἀλλὰ καὶ εἰ δέον τὸ ἐξ αὐτοῦ τινα μετὰ πάντων ἀνθρώπων εἰρηνεύειν, ὥστ’ ἂν εἰπεῖν τὸ προφητικὸν ἐκεῖνο· » Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός«, καὶ δέον ἀναλαβεῖν τὴν ὑπερέχουσαν θεοῦ πάντα νοῦν εἰρήνην, φρουροῦσαν τὴν καρδίαν καὶ τὰ νοήματα τοῦ ἀνειληφότος αὐτήν.
εἰ δὲ πολεμικός τις εἴη καὶ δάκνων καὶ καταιτιώμενος καὶ κατεσθίων τὸν πλησίον καὶ πεπληρωμένος τῆς ἐν τῷ ἡγεμονικῷ ἑαυτοῦ στάσεως τῶν παθῶν, καὶ τούτῳ ἂν λεχθείη τὸ »Ὑμεῖς ἀτιμάζετέ με«. Χριστὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν.
ἔτι δὲ ἐπείπερ »Πᾶς ὁ φαῦλα πράσσων μισεῖ τὸ »φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς«, φῶς δέ ἐστιν ὁ εἰπών· »Ἐγώ »εἰμι τὸ φῶς τοῦ κόσμου«, δῆλον ὅτι 〈ὁ〉 φαῦλα πράσσων, ἀτιμάζων
τὸ φῶς ἀτιμάζει Χριστόν, καὶ αὐτὸς | ἀκουσόμενος τὸ » Καὶ ὑμεῖς »ἀτιμάζετέ με«.καὶ τί με δεῖ ἐπὶ πλέον μηκύνειν τὸν λόγον, ἀναπτύσσοντα καὶ δεικνύντα τίνες εἰσὶν οἱ ἐλεγχόμενοι ὑπὸ τοῦ Ἰησοῦ καὶ ἀκούοντες ὑπ’ αὐτοῦ τὸ »Ὑμεῖς ἀτιμάζετέ με«, σαφῶν ὄντων ἐκ τῶν ἀποδεδομένων καὶ τῶν δυναμένων τούτοις ἀκολούθως αὐτοῖς συνάπτεσθαι;
(30) Μετὰ ταῦτα ἴδωμεν, τί ἐστιν τὸ »Ἐγὼ δὲ οὐ »ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ κρίνων«. ζητεῖ ὁ θεός, δοὺς ἡμῖν τὸν υἱὸν ἑαυτοῦ, ἐν ἑκάστῳ τῶν εἰληφότων αὐτὸν τὴν δόξαν τοῦ χριστοῦ· ἥντινα εὑρήσει μὲν ἐν τοῖς ἐπιμελουμένοις ἑαυτῶν, καὶ ἐξεργαζομένοις τὰς ἐγκαταφυτευθείσας ἐπ’ ἀρετῇ ἀφορμάς· οὐχ εὑρήσει δὲ ἐν τοῖς μὴ τοιούτοις, καὶ μὴ εὑρίσκων κρινεῖ ἐκείνους ἐν οἷς οὐχ εὑρίσκει τὴν δόξαν τοῦ υἱοῦ ἑαυτοῦ, πρὸς οὓς ἐρεῖ· » Διὰ »ὑμᾶς διαπαντὸς τὸ ὄνομά μου βλασφημεῖται ἐν τοῖς ἔθνεσιν«.