Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)

Origen

Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.

ἐπαπορήσαι δ’ ἄν τις διὰ τὸ »Ἔστιν ὁ ζητῶν καὶ κρίνων«, εἰ χρὴ τοῦτο ἀναφέρειν ἐπὶ τὸν θεόν, σαφῶς τοῦ σωτῆρος εἰρηκότος· »Οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν »τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσι τὸν πατέρα«.

ἀλλ’ ὅρα εἰ δύνασαι πρὸς τοῦτο χρήσασθαι τῷ »Οὐ δύναμαι ἐγὼ »ποιεῖν ἀπ’ ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ »δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμόν, ἀλλὰ τὸ θέλημα τοῦ »πέμψαντός με«.

εἰ γὰρ καθὼς ἀκούει ὁ σωτὴρ ἡμῶν ἀπὸ τοῦ πατρὸς οὕτως κρίνει, ζητῶν οὐ τὸ ἴδιον θέλημα ἀλλὰ τοῦ πέμψαντος αὐτὸν πατρός, καὶ διὰ τοῦτο δικαία ἐστὶν ἡ κρίσις αὐτοῦ, μήποτε κυριώτερον ἡ κρίσις ἣν κρίνει ὁ ἀκούων οὐκ ἔστιν τοῦ ἀκούοντος ἀλλὰ τοῦ λέγοντος ἀκούοντι.

κἂν λέγῃ δὲ ὅτι »Ἡ κρίσις »ἡ ἐμὴ δικαία ἐστίν«, ἄκουε ἐν τῷ αὐτῷ εὐαγγελίῳ λεγομένου τοῦ »Πάντα τὰ ἐμὰ σά ἐστιν«. εἰ γὰρ ἀληθὲς ὑπὸ τοῦ σωτῆρος εἰρημένον τὸ »Πάντα τὰ ἐμὰ σά ἐστι«, δῆλον ὅτι καὶ αὐτὴ ἡ κρίσις περὶ ἧς φησιν· »Ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν« τοῦ πατρός ἐστιν κρίσις.

εἰ δὲ τοῦ πατρός ἐστιν κρίσις, δύναται λελύσθαι τὸ ἐπηπορημένον περὶ 〈τοῦ〉 »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἔστιν ὁ ζητῶν καὶ »κρίνων«.

ἔχει δέ τινα καὶ ἀτυφίας ἔμφασιν πρεπούσης τῷ σωτῆρι τὸ λεγόμενον ἐν τῷ »Ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου«· οὐδὲ γὰρ πάνυ ἔπρεπεν αὐτὸν τὴν ἑαυτοῦ δόξαν ἀπαιτεῖν καὶ ἐπὶ τούτῳ κρίνειν τοὺς μὴ ἀποδεδωκότας αὐτήν, ἀλλ’ ἐχρῆν τὸν πατέρα δόξαν

δεδωκότα τῷ υἱῷ ἀπαιτεῖν αὐτὴν ἀπὸ τῶν ἀποστερούντων καὶ κρίνειν αὐτοὺς ἐπὶ ταύτῃ.