Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32)
Origen
Origen. Origenes Werke, Vol. 4. Preuschen, Erwin, editor. Leipzig: Hinrichs, 1903.
καὶ καλῶς γε ὁ ἐλθόντος τοῦ πληρώματος τοῦ χρόνου ἀπεσταλμένος ὑπὸ τοῦ θεοῦ γενέσθαι ἐκ γυναικὸς καὶ γενέσθαι ὑπὸ τὸν νόμον, ὡς ὑπὸ τὸν λέγοντα νόμον τυγχάνων τὸ »Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, ἵνα »εὖ σοι γένηται«, οὐδένα ἄλλον ἔχων πατέρα ἢ τὸν ἐν τοῖς οὐρανοῖς θεόν φησιν· »Ἀλλὰ τιμῶ | τὸν πατέρα μου«.
ἐροῦμεν δὲ καὶ ἡμεῖς ταύτην τὴν φωνήν, νοήσαντες τὸ τῆς παλιγγενεσίας λουτρὸν καὶ λουσάμενοι κατ’ αὐτὸ ἐπὶ τῷ γενέσθαι υἱοὶ θεοῦ καὶ μηκέτι καλοῦντες πατέρα ἐπὶ τῆς γῆς τῷ υἱοὶ γεγονέναι τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς καὶ ἀδελφοὶ τοῦ εἰπόντος· »Πορεύομαι πρὸς τὸν πατέρα
»μου καὶ πατέρα ὑμῶν, καὶ θεόν μου καὶ θεὸν ὑμῶν«.δῆλον οὖν ὅτι κυριώτατα καὶ τελειότατα εἰπόντος τοῦ Ἰησοῦ· »Ἐγὼ δαιμόνιον »οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου« οἱ μιμηταὶ αὐτοῦ, ἕκαστος κατὰ δύναμιν, πάντα ἰσχύσας ἐν τῷ ἐνδυναμοῦντι αὐτὸν Χριστῷ Ἰησοῦ, καὶ αὐτὸς ἐρεῖ τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν »πατέρα μου«. τίς δὲ νεκροῖς συνὼν καὶ ἐν τάφοις οἰκῶν δυνηθείη ἂν εἰπεῖν τὸ »Ἐγὼ δαιμόνιον οὐκ ἔχω«;
ἢ τίς ἄλλο τι παρὰ τὸν θεὸν καὶ τὸν λόγον αὐτοῦ καὶ τὰ ὑπὸ τοῦ λόγου προστασσόμενα τιμῶν, ἑτέρῳ τὴν τιμὴν διδούς, δέον »τῷ τὴν τιμὴν« ἀποδιδόναι αὐτήν, εἴποι ἂν ὡς Ἰησοῦ μαθητής· »Ἀλλὰ τιμῶ τὸν πατέρα μου«;
ἑξῆς ἐστιν τούτοις τὸ »Καὶ ὑμεῖς ἀτιμάζετέ με« εἰρημένον πρὸς τοὺς ἀτιμάσαντας αὐτὸν καὶ εἰπόντας αὐτῷ τὸ »Οὐ καλῶς λέγομεν ἡμεῖς »ὅτι Σαμαρείτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;« οἰηθέντας τὸ κακῶς εἰρημένον καλῶς λελαληκέναι· κακῶς γὰρ νοοῦντες Σαμαρείτην καὶ δαιμόνιον ἔχοντα τὸν σωτῆρα ἀπεφήναντο.
νομιστέον δὲ τὸ » Καὶ »ὑμεῖς ἀτιμάζετέ με« οὐχὶ καὶ ἐκείνοις μόνοις εἰρῆσθαι τότε ἀλλὰ καὶ τοῖς ἀεὶ ἀτιμάζουσι, δι’ ὧν πράττουσι παρὰ τὸν ὀρθὸν λόγον τὸν τοῦ θεοῦ, καὶ ἀτιμάζουσιν δι’ ὧν ἀδικοῦσιν τὸν χριστόν, ὅς ἐστιν δικαιοσύνη, καὶ ἀτιμάζουσιν δι’ ὧν κατὰ ἀδυναμίαν καὶ ἀσθένειαν ἐπιτελοῦσιν τὴν τοῦ θεοῦ δύναμιν, ἥτις ἐστὶν ὁ σωτήρ· » Χριστὸς γὰρ θεοῦ δύναμις«.