Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. θ΄. Καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλήχ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ.

Ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. Οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται ἡ χρῆσις τοῦ ψαλμοῦ. Οὐ γὰρ δεῖται ἀγγέλων ὁ τῶν ἀγγέλων δεσπότης. Ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, ὦ διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. Καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. Ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλʼ εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε· Γέγραπται γάρ· Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ‘Υῤίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Τοῦτο δικαίῳ μᾶλλον ἁρμόζειἢἢ τῷ Υἱῷ τοῦ Θεοῦ· καὶ αὗθις· Πεσεάται ἐκ τοῦ κλίτους σου μιλμὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, ἃ καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται.

Στίχ. μ΄. Δύναντος δὲ τοῦ ῆλίου, πάντες ὅσοι εἶχον ἀσθενοσντας νόσοις ποικίλαις, ἥγαγον [*](59 GaI. IV, 27. Luc. III, 2. 61 Psal. xc, 1. 62 IPid.7.) [*]((16) Vide supra ad cap. II, 51, ex cod. 28.) [*]((77) Origenis et Gregorii Τheologi.)

333
αὐτοὸς πρὸς αὐτύν. Ὁ δέ ἑνὶ ἑκάστω αὐτῶν τὰς χέρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς.

Περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθʼ ἡμέραν, αἰσχυνόμενοι, ἢ τοὺς Φαρισαίους φοβούμενοι, καὶ (78) περὶ ἕτερα ἀσχολούμενοι, ἢ τάχα νομίζοντες ἐμῖναι θεραπεύειν Σαββάτῳ. Ἐπεσημήνατο γὰρ ὁ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαββέτῳ. Διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἱ προσήκοντες· ὁ δὲ αὐτοὺς ἐθεράπευσε.

Σιίχ. κβ΄.

(79) Ἱστορικῶς δέ· Μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου, πρῶτον τὰ ἱμάτια πλύνεται ὁ καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθʼ δ ἐπιφέρεται τὸ, Καθαρὸς ἔσται. Εἴη δʼ ἄν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἄν ἀπέθετο ταῦτα. Τρίχα δὲ τὰ ἐξανθήσαντα τεκρὰ τῇ ψυχῇ (80), αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέναι. Τῶν γὰρ Nαζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. Πάνθʼ ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μηδὲ φύλλα αὐτῶν καρποφορούντων ἀπορρεῖν. Ἥδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου. Μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἅξιος γίνεται, εἰς δὲ τὸν ἵδιον οἷκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. Διὰ τὰ τῶν δογμάτων κεραιωδέστερα (81), καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα· διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν.

(82) Διὰ τἱ δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κεφαλήν; Ἵνα γνώριμος ᾗ, καὶ μὴ μεταλαγχάνωσι τῆς ἐκαθαρσίας οἱ πλάζοντες (83). Τὸ δὲ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ.

Κατὰ δέ τινας πάλιν, τὸν ὀλὸ (84) λεπρὸν ὀνομάσας, καθαρίζει· δεικνὺς, ὡς ὁ Θεὸς τὸ ποικίλον μισεῖ. Σαφέστερον δὲ προῖὼν τοῦτο δηλοῖ ἐν τῷ· Τὸν ἔμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. Καὶ ίμάτιιον ἐκ δύο ὑφασμένον. Καὶ τὰ κτήνη σου οὐ κπτοχετεύσεις ἐτεροίύγῳ. Πανταχοῦ προτιμῶν τὴν ἀτλότητα, ἥτις ἐν τῷ ὀλολέπρῳ θεωρεῖται.