Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. ις΄. Οὐδεὶς λύχνον ἅψας καλόπτει αὐτὸν σκεύει, ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλʼ ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόμενοι βλέπωοα τὸ ρσῶς.

Στίχ. ιζʼ. Οὺ γτάρ ἐστι κρυπτὐν, ὃ οὐ φανερὸν γετήσεται· οὐδέ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.

[*](Luc. IV. 16, 31. 64 Levit. XII. 65 Levit. XIX, 19.)[*]((78) Οmnino videtur deesse οὐ.)[*]((79) In cod. pag. 14.)[*]((80) Locus vitiatus.)[*]((81) Vox vitiata.)[*]((82) Τhcodoret. et Origen.)[*]((83) Forte προσπελάζοντες, aut πελάζοντες, vet πλησιάζοντες.)[*]((84) Forte ὁλόλεπρον, ut infra.)
336

ἕχη, δοθήσεται αὐτῷ· καὶ δς ᾶν μὴ ἕχῃ, καὶ δ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπʼ αὐτοῦ.

Ὅ γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων· Ὅοτι ἐκεῖνος ἧν ὁ λύχνος, ὁ κοιόμετος καὶ φαίνων. Ἀ λλὰ ό λύχνος τοῦ σώματός ἐστιν ὁ ὀφθαλμός, ἀναφέρόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. Ἀλλὰ καὶ τό· Ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάντας εἵρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. Οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλʼ ἐπιτιθέναι λυχνίᾳ· ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. Μοδίῳ μὲν γὰρ σιτομετρήσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύνδουλοι· βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. Ἀλλʼ οὐδὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐδὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. Τοῦτο γὰρ ὁ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπορευομένοις εἰς τὴν οἰκίαν· οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθʼ ἣν κατεσκεύασεν αὐτὸν ὁ δημιουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος· Ἐγω σῶς εἰς τὸν κόσμον ἐλήλυθα. Οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσιτοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν.

(85) Στίχ. λη΄. Ἀπέλυσε δέ αὐτόν ὁ Ἰησοῦς λέγων