Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. α΄. Ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος.

Ἐπὶ μὲν οὗν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ λόγῳ προφητικῷ βασπλεία μόνον Ἰουδαίας ἀναγράφεται. Ὅράσις γὰρ, φησὶν, ἢν εἷδεν ὁ Ἡσαΐας ἐν ἡμέραις Ὁζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασλευσαν τῆςρ Ἰοόδα. Ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ [*](37 Joan. , 2θ, S6. s Isai. . 1.) [*]((74) Præcedunt quæ supra leguntur ex cod. 28) [*]((72-73) Incribitur: Εὐαγγέλιον κατὰ Λοῦκᾶν, ἡρ- μηνευμένον ἐκ διαφόρων ἐρμηνυτῶν, τοῦ τετραβαγ- desimtque hoc modo.) [*]((75) Vide supra cod. 28, in fiac capitis- γέλου τὴν ἑρμηνείαν εἰσάγων ἕνδον.)

332
Εὐαγγελίου μέλλοντι ἐν ὅλῳ κόσμῳ κηρύσσεσθαι ἡγεμονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὅς ἐδόκει ὅλου τοῦ κόσμου εἶναι βασιλεύς. Καὶ εἰ μὲν οἱ ἀπὸ ἐθνῶν μόνοι ἤμελλον σὦζεσθαι, παντὶ δὲ ἀπεκέκλειστο ἡ σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ μνησθῆναι μόνον Τιβερίου. Ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς αλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πιστεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι. Οὐδέποτε δὲ γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. Ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μάλλον εἷναι, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἥπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι. Τὸ δὲ εἰπεῖν, ὅτι Ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγμα.

Στίχ. γ΄. Καὶ ἦλλθεν εἰς πᾶσαν τὴν περίχορον τοῦ Ἰορδάνου.

(76) Ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι ἢ εἰς την περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. Καταβαίνων γάρ ἐστιν ἀληθῶς ὁ ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον.

Στίχ. ἐ. (77) Φσσὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄῤῥενα· οὗ ἡ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαῤῥήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός---Τοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. Εἵρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον.