Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. μς΄. Μεγαλύνει ἡ ψυχή μου τὸν Κυρίον.

Πῶς ἡ ψυχή μου μεγαλύνει τὸν Κύριον, κατανοητέον. Ἐὰν ἀξίως πολιτευώμεθα κατʼ εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, καὶ ὁμοιωθῶμεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, διʼ ἀγαθῶν ἔργων, μεγαλύνομεν τὸν Κύριον λόγοις, ἔργοις, νοήμασι. Σμικρύνει δέ τις αὐτὸν αναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. Τῆς οὖν Μαρίας ἡ ψυχὴ ἐμεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦμα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι. Πρῶτον ἐμεγάλυνεν ἡ ψυχὴ αὐτῆς, εἷτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς.

Παρατηρήσασθαι δῖ ἐν ὅλγτῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γαφῆ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁμαρτωλῶν γενέσεως εὶρημένον τό· Ἐπλήσθη ό χρόνος τοῦ τεκεῖν. Οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶμαι· ἀλλʼ ὅπου ὠνόμασται, ὄπι δίκαιός ἐστιν ὁ γεννώμενος. Καὶ τοῦτο δὲ καὶ τὰ λοιπά (54).

Ἡ Ἐλισάβετ, προφῆτις οὗσα, καὶ τὴν γενομένην τῷ ἀνδρὶ ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ Πνεύματι ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν, καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάσεσθαι. Ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν, καὶ διένευον αὐτῷ, ὡς μὴ ἀκούοντι ἢ λαλῆσαι δυναμένῳ· λαβὼν δέλτιον ἕγραψε συμφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκτλήττεσθαι. Εἶτά φησιν· Ἀνεῴχθη δὲ τὸ στόμα ἀετοῦ. Μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάν. [*](34 Luc. I, 45. ⁶ i. 7. ss bid. 64.) [*]((34) lom. IX, cica finem.)

324
νης ἔσται τὸ ὄνομα αὐτοῦ, ἐλύθη ἡ δεδεμένη φωνή. Καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπιστίᾳ, ἀλλʼ εὐλογοῦσαν τὸν Θεὸν, καὶ προφητεύουσαν τὰ ἀναγεγραμμένα.

Περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά.

Ὡς οἶμαι καὶ οἱ πατέρες ἡμῶν Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος ὁ χορὸς τῶν ἀγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς παρουσίας τοῦ Χριστοῦ. Εἰ γὰρ εἰρηνοπαίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τά τε ἐν τῆ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἡ ἐπισκοπὴ, καὶ τοῦτο ἡ εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος; Τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλʼ ἕκπαλαι προανεφωνήθη· καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἕργον. Ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπαράβατον, ὅτι πάντως ἔσται. Καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται.

(57) Πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά.

(58) Οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἰεροσόλυμα πρὸς τοὺς ἱερεῖς καὶ γραμματεῖς καὶ Φαρισαίους ἀπέρχεται ὁ ἄγγελος· ἀλλὰ ποιμένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτός ἐπὶ τὴν ποίμνην αὐτῶν· τούτοις γὰρ εὐαγγελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν. Οὗτοι μὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν. Ποιμένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραμόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον. Ἐκεῖνοι γὰρ διεφθαρμένοι ὅντες τῷ φθόνῳ, ἕμελλον κρύπτειν τὸ τῆς τοῦ κόσμου σωτηρίας μυστήριον.

(59) Μόνος γὰρ οὗτος διήνοιξε μήτραν ἐκ παρθένοω τεχθείς. Οὐδὲν γὰρ τῆς μήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ. Πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλʼ οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλʼ ὁ σύμβιος.

(60) Μήπως καταλέλοιπεν αὐτούς. Ὀδυνώμενοι οὗν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζὴτοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν· ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν.