Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. κζ. Πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ᾦ ὄνομα Ἰωσήφ, ἐξ οἴκου Δαυΐδ, καὶ τὸ ὄνομα τῆς παρθένου Mαριιάμ.

Τί δὲ διένευεν αὐτοῖς; προακούσας ἐράσμιον πρᾶγμα ἑαυτῷ μέλλειν ἔσεσθαι, οὐκ ἕσπευσε πρὸ καιροῦ [*](21 Sap. 1, 2. Luc. VII, 28.)

321
μετὰ τοῦτο ἕφθασεν ἐπὶ τὸν ἕνδρα· οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἥρξατο, ἵνʼ ἀπεντραπῶσιν σἱ γυναῖκες τὴν ἀσθένειαν, καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλώσωσι τοὺς βίους τῶν μακαρίων τούτων. τίχ. μγ΄. Καὶ πόθεν μοι τοῦτο δῆλον, ἵνα ἕλθῃ ἡ μήτηρ. καὶ τὰ ἐξῆς.

αὐτοῦ. Σύμφωνα τῷ υἱῷ φθέγγεται ἡ Ἐλισάβετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως. Τί γάρ μοι, φησὶ, τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα ἡ μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; Μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῷ λόγῳ τὴν ἔκβασιν. Θεία μὲν οὖν οἰκονομία τὴν μαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ ἡ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας μητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα απτὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα, διὰ τούτου καὶ τὸ μεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φημι τῆς παρθένου ἄσπορον τοκετόν. Καὶ συντρέχει πρὸς τὴν πίσπιν ταύτην καὶ ὁ λόγος ὁ τῆς Ἐλισάβετ, λεγούσης· Κοὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἕσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων ἡ παρθένος, μακαριζομένη, ὅτι ἐπίστευσεν, ἀγγέλου τε προσημαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης.

Ποῦ αὐτοῦ. Ἴδωμεν λοιπὸν παρθενικὴν προφητείαν.