Scholia in Lucam (fragmenta e cod. Venet. 28)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

(61) Στίχ. μθ΄.Οὐκ ᾔδειιτε, ὅτι ἐν τοῖς τοῦ Παιρὸς ἔδει εἷναί μες;

Ὡς πρὸς ῥητὸν ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων, λεγουσῶν, ὅτι οὐχ ὁ δημιουργὸς Πατὴρ Ἰησοῦ Χριστοῦ, οὐδὲ ὁ Θεὸς τοῦ νόμου, ωὐδὲ ὁ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν ὁ Πατὴρ τοῦ Χριστοῦ. Τῆς γὰρ φωνῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθωσαν, λέγοντος· Ἐν τοῖς τοῦ Πατρός μου δεῖ εναί με, εἰ προσίενται τὸ ῥητόν. Ἇρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, ὅ τι ἕλεγεν· Ἐν τοῖς τοῦ Πατρὸς, ἀντὶ τοῦ· Ἐν τῷ ναῷ, Ἤ μήποτέ τι μύστηριον [*](74. 40 Luc. 11, 8.) [*]((59) Ἀνεπιγ.) [*]((60) Confer. hom. XIX et infra in cod. 594, ad cap. 1, vers. 63.) [*]((61) Ὠριγ.)

325
αἰνίττεται· Εἵ τις ὑμῶν τοῦ Πατρός ἐστιν, ἕχει τὸν Χριστὸν ἐν ἑαυτῷ; Μᾶλλον γὰρ τοῦ Πατρὸς ὁρῶν ἔμψυχόν ναὸν, τὸν καλόν τε καὶ ἀγαθὸν, ἢ τὸν ναὸν ἐκεῖνον· ἐξῆλθε γὰρ ἀπὸ τοῦ ναοῦ ἐκείνου εἰπών· (62) Ἀφίται ὑμῖν ὁ οἶκος ὑμῶν, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸντοῦ Πατρὸς, τὰς Ἐκκλησίας τὰς πανταχοῦ. Στίχ. να΄. Καὶ ἧν ὑποτασσόμενος αὐτοῖς, καὶ τὰ λοιπά.

(63) Ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ προφητικῷ ἀναγράφεται βασιλείας μένον Ἰουδαίων· Ὅρασις γὰρ, φησὶν, ἣν εἷδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἰερουσαλὴμ ἐν βοσιιλείμ θζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ καὶ Ἐζεχίου· καὶ οὐδένα ἅλλον οἷδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας ἢ τὸν τῆς Ἰουδαίας ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. Ὅτε δὲ ἔμελλε τὸ μυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας μόνος βασιλεὺς Ἡρώδης, οὐδὲ ωμαίων μόνος Τιέριος.