Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀδελφιδός μου λευκὸς κοὶ πυῤῥὸς, ἐκλελοχισμένος ἀπὸ μυριάδων.

Ἤ λευκὸς ἐπειδὴ ὁ Θεὸς ἀληθινὸς, πυῤῥὸς δὲ διὰ τὴν σάρκωσιν.

Κεφαλὴ αὐτοῦ χρυσίον κεφάζ· βόστρυχοι αὐτοῦ ἐλάται, μέλανες ὡς κόραξ.

Οἱ βόστρυχοι διὰ τὴν πυκνότητα παραβάλλονται ταῖς τῶν φοινίκων ἐλάταις, ἅς φασιν ἀντὶ σπέρματος εἶναι ταῖς θηλείαις φοίνιξιν, ὥστε καρπὸν φέρειν [*](35 Matth. XIII, 12. 36 III Reg. XXI, 2. 37 Matth. VIII, 27; Marc. IV, 40; Luc. VIII, 25. 38 Habac. III, 3.)

276
ἐδώδιμον· διὰ δὲ τὴν βαθύτητα τῶν ὥσπερ ἐκφυέντων ἀντὶ τριχῶν λογισμῶν, μέλανες ἐπαινετῶς ὀνομάζονται, τῷ τοῦ νυμφίου συμβαλλόμενοι κάλλει· τὸ δὲ ὡς κόραξ, οὐχ ἀπλῶς οἶμαι διὰ τὸ χρῶμα· σύμβολον δὲ τῶν βαθυτάτων εἶναι καὶ πεπληρωμένων σκοτεινοῦ ὕδατος ἐν νεφέλαις ἀέρων· περὶ ὧν εἶπεν ὁ Ἰώβ· Τίςδὲ ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ δέ αὐτοῦ πρὸς Κύριον κεκράζονται· ἡτοίμασε γὰρ τοῖς βαθυτέροις τὸν νοῦν, πολλὴν τροφὴν ὁ Θεὸς, ὧν οἱ μαθηταὶ νεοσσοὶ εὐχαῖς σχολάζοντες, πρὸς Κύριον κεκράγασιν· πλανώμενοι καὶ ζητοῦντες τὰ ἐν αὐτοῖς ἐπαπορουμένοις ὑπʼ αὐτῶν σιτά.