Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἀδελφιδός μου παρῆλθε· ψυχή μου ἐξῆλθεν ἐν λόγῳ αὐτοῦ.

Ἡνίκα ἔφθασεν ἡ νύμφη τὸ κλεῖθρον, ὥστε τὴν ψυχὴν ἀναπετάσαι τῷ λόγῳ, τότε μόνην. τὴν χεῖρα καί τινας ἑαυτοῦ δείξας πράξεις παρελήλυθεν, ὡς μηδέπω τὸ πλέον εἰς θέαν χωρούσης τῆς νύμφης· ἅμα δὲ καὶ οἰκονομεῖ πλέον αὐτῆς ἐπιτεῖναι τὸν ἔρωτα· ἐξέρχεται καὶ ἐκδημεῖ τοῦ σῶματος ἡ ψυχὴ διὰ τὸν τοῦ νυμφίου λόγον ἔχουσα ἐν οὐρανῷ τὸ πολίτευμα.

Ἐζήτησα αὐτὸν, καὶ οὐχ εὗρον· ἐκάλεσα αὐτὸν καὶ οὐχ ὑπήκουσέ μου.

Συνεχῶς ἡ ψυχὴ τὸν νυμφίον λόγον ἐπιζητεῖ· καὶ εὑροῦσα πάλιν ἑτέροις ἀποροῦσα ζητεῖ· κἀκεῖνα θεωρήσασα ποθεῖ τὴν ἑτέρων ἀποκάλυψιν· καὶ τυχοῦσα τούτων, ἐπʼ ἄλλοις εὔχεται τὸν νυμφίον ἐπιδημεῖν.