Scholia in Canticum canticorum

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Σιαγόνες αὐτοῦ ὡς φιάλαι τοῦ ἀρώματος, φύουσαι μυρεψικά.

Σιαγόνας Χριστοῦ τοὺς διακονουμένους λόγῳ Θεοῦ καὶ τροφῇ πνευματικῇ νοητέον· διὰ μὲν τὴν πληρότητα τῆς εὐωδίας τῶν καλῶν ἔργων καὶ λόγων, ἐοικότας φιάλαις τοῦ ἀρώματος· διὰ δὲ τὸ ἐῤῥιζωμένον ἐν αὐταῖς ποικίλον ἐν πάσῃ συνθέσει γραφῆς λόγον ἀεὶ καρποφοροῦντας μυρεψικόν.

Κοιλίααὐτοῦ πυξίον ἐλεφάντινον, ἐπὶ λίθου σαπφείρου.

Κοιλία ἐστὶ τοῦ λόγου, οἱ χωρητικοὶ τῶν μυστηρίων, τουτέστιν οἱ κοῖλοι πρὸς ὑποδοχήν· πυξίον δὲ, οἱ πρὸς διατήρησιν ἐπιτήδειοι· κατὰ δὲ τὸ λαμπρὸν καὶ σαφὲς ἐλεφάντινον εἶναι λέγεται· ἡ δὲ τοιαύτη κοιλία, τὸ πύξίον τὸ ἐλεφάντινον, ἐπιβέβληκε λίθῳ σαπφείρῳ, ὅς ἐστι Χριστός· ὅσοι οὖν εἰσι κοιλία τοῦ λόγου, οὗτοι ἀπὸ τοῦ φόβου Κύριον ἐν γαστρὶ λαμβάνουσι, καὶ τίκτουσι πνεῦμα σωτηρίας· διὰ τοῦτο καὶ ἡ κοιλία τῆς θυσίας ἐν τῷ Λευιτικῷ πλύνεται, ὡς μηδὲν ἔχειν κοπρῶδες.