Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Τὴν σημαινομένην ἀρετὴν ὑπὸ οἰκείου ὀνόματος, ὄνομα εἶπε καλόν· τοῦτο γάρ ἐστι καὶ καλὸν τὸ ὅνομα, ὅπερ ἔχει τὸ σημαινόμενον ἀγαθόν· οὕτως οὐδὲ τὴν ἄδικον γυναῖκα Δικαιοσύνην καλουμένην ἐπαινέσομεν, ἀλλὰ τὴν ἔχουσαν τὴν δικαιοσύνην, κἂν ἀδικία νομίζηται· ὑπὲρ δὲ ἀργύριον καὶ χρυσίον, σοφία λεῖκή.

Συναντῶσιν ἀλλήλοις, ὁ μὲν πλούσιος διὰ τῶν ἐλεημοσυνῶν καθαιρῶν τὸν θυμὸν, καὶ κτώμενος τὴν ἀγάπην· ὁ δὲ, διὰ τῆς πενίας τὸ ταπεινοφρονεῖν διδασκόμενος· τὸν μὲν γὰρ, θέλει παιδεύεσθαι· τὸν δὲ, μεταδιδόναι· ὥστε τὸν μὲν εὐχάριστον εἶναι, τὸν δὲ ἐλεήμονα.

Ζωὴν καὶ δόξαν καὶ πλοῦτον οὐράνιον κληρονομήσει ὁ σοφίαν καὶ φόβον Κυρίου ἔχων· πάσας γὰρ τὰς γενέσεις ἔσχε Νῶε· ταύτας Ἀβραάμ· ταύτας καὶ οἱ παρὰ Πέτρου μαθητευθέντες.

Ἐν τῷ αἰῶνι τῷ μέλλοντι οἱ ἐν παντὶ πλουτισθέντες, ἐν πάσῃ γνώσει καὶ σοφίᾳ, ἄρξουσι τῶν ἀκαθάρτων καὶ ἐστερημένων τούτου τοῦ πλούτου· τίνες δὲ οἱ οἰκέται καὶ τίνες οἱ δεσπόται, οὐκ ἀναγκαῖον δημοσισύειν, διὰ τὸ εἶναι τὸν περὶ αὐτῶν λόγον μυσπικὸν καὶ βαθύτερον· καὶ πρὸς ῥητὸν δὲ δείκνυσι τοῦ ἀνθρωπίνου βίου τὸ ἄστατον· ἀλλὰ καὶ ἐν ταῖς ὀλιγαρχίαις οἱ πλούσιοι τῶν πτωχῶν ἄρχουσιν· καὶ ἄλλως οἱ γνῶσιν ἔχοντες, τῶν μὴ τοιούτων ἄρχουσιν καὶ οἱ ἀπὸ τῶν ἐξ ἐθνῶν πιστοὶ, τοῖς ἐξ Ἰσραὴλ, οἷς ἐκέλευον πρόσθε, διδασκαλίαν δανείζουσι· καίτοι πρότερον ἔθνεσιν ἐδάνειζον ἐκεῖνοι πολλοῖς, καὶ τούτων ἦρχον· νῦν δὲ τῆς βασιλείας ἀπʼ αὐτῶν ἀρθείσης, ἔμπαλιν γέγονε.

Τὸν ἐν ταῖς ἐντολαῖς ἱλαρὸν ἄνδρα, καὶ ἐν ἐλεημοσύναις δότην, ἀγαπᾷ ὁ Θεός· καθὼς καὶ ὁ Παῦλός φησιν· Ὁ ἐλεῶν, ἐν ἱλαρότητι· τὴν δὲ ματαιότητα τῶν ἔργων διὰ τῆς ἀρετῆς ὁ Κύριος καὶ τῆς γνώσεως, συντελεῖ.

Δῶρα τοῦ ἀνθρώπου τὰς τῆς ψυχῆς ἀρετὰς ὀνομάζει, διʼ ὧν νικῶν τὸν διάβολον, τίμιον ἑαυτὸν παρέχει τῷ Θεῷ, καὶ ἀφαιρεῖται τὴν ἑαυτοῦ ψυχὴν ἀπὸ τῶν στησαμένων αὐτὴν δαιμόνων.

Τῆς χειρίστης ἕξεως τὸν ἄνθρωπον ἐκβάλλεσθαι βούλεται διὰ πνευματικῆς διδασκαλίας μεθʼ ἧς εἶχε φιλονεικίας· καὶ λοιμὸν δὲ τὸν διάβολον ὄντα τῆς ψυχῆς ἐκδιώκεσθαι δεῖ· ἐὰν γὰρ ἐν αὐτῇ καθίσῃ, διὰ τῆς ἀκαθαρσίας πάντας τοὺς ὀρθοὺς λογισμοὺς ἀτιμάζει· συνέδριον γὰρ τὴν ψυχὴν καὶ ὁ Ἀπόστολος δείκνυσι, διʼ ὧν λογισμοὺς κατηγοροῦντας, ἢ καὶ ἀπολογουμένους εἰσάγει· Μεταξὺ γὰρ, φησὶν, ἀλλήλων τῶν λογισμῶν κατηγρρούντων ἢ καὶ ἀπολογουμένων· ὅπου δὲ κατηγορία καὶ ἀπολογία, ἐκτῖ καὶ [*](3⁴ v, 31. 35 IIab. III, 8. 3⁶ Act. IX, 15. 37 v. 38 v, 2. 39 v. 4. ⁴1 v. 8. 42 Rom. XII, 8. 43 v, 9. ⁴4 v. 10. ⁴5 Rom. II, 15.)

220
συνέδριον· ἀλλὰ καὶ ὁ λοιμὸς ἀτιμάζει πάντας ὡς ὑβριστής· ἢ ὡς τὰ ἴδια συστῆσαι βουλόμενος, τα τῶν ἄλλων ἀτίμως ἐκβάλλει· ὃν ἔκβαλε ἐκ συστήματος πνευματικοῦ· καὶ οὐ μόνον αὐτὸς ἐκβληθήσεται, ἄλλὰ καὶ τὰ συνόντα αὐτῷ, ἔριδες, φιλονεικίαι, μάχαι, καὶ ὅσα λοιμὸν ἀποτελεῖ.

Ὁ διατηρῶν τὰς ψυχὰς ἡμῶν Κύριος, οὗτος καὶ τῆς πνευματικῆς ἡμᾶς γνώσεως ποιμαίνει, συγκαταβαίνων καὶ λέγων· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, ὅν ἀτιμάζει ὁ παράνομος· εἰ δὲ βασιλεὺς μὲν ἔστι τῶν βασιλευομένων ὁ Χριστὸς, ποιμὴν δὲ ὁ προβάτων, ἔσται ποτὲ μόνος βασιλεὺς τῶν προβάτων, εἰς τὸ βασιλικὸν μεταβάντων ἀξίωμα.

Ὁ ἐχθρὸς ἡμῶν διάβολος ὡς λέων περιέρχεται ζητῶν τίνα καταπίῃ· ὅντινα φοβούμενος ὁ ὀκνηρὸς, πρὸς τὴν ἐργασίαν τῶν ἀρετῶν ἀναδύεται· εἰ δὲ λέων ἐν ταῖς ὁδοῖς τῆς δικαιοσύνης ζητεῖθηρεῦσαί τινα, ὅς ἐστιν ὁ διάβολος· ἐν δὲ ταῖς πλατείαις ταῖς πρὸς τὴν ἀπώλειαν φερούσαις, μετὰ τὴν φάλαγγα τῶν δαιμόνων αὐτοῦ, αὐτὸς φονεύει τοὺς αὐτῷ πειθομένους.

Βόθρος βαθὺς ὁ διάβολός ἐστιν· ὁ δὲ μισηθεὶς παρὰ Κυρίου, ὁ μὴ ἑαυτῷ προσέχων ἀσφαλῶς· ὁ δὲ Ἰὼβ οὐ μισηθεὶς ὑπὸ Κυρίου, ἀλλὰ δοκιμῆς χάριν εἰς τὸ τοῦ παρανόμου πέπτωκε (13) στόμα ὁ δὲ μισηθεὶ, ὑπὸ Κυρίου, εἰς τέλος καταλιμπάνεται ἐν τῷ βόθρῳ, φιλήδονος ὢν ἐν γνώσει ἁμαρτίας.

Μακρὰν ἀπὸ τῆς καρδίας τοῦ ἄφρονός ἐστιν ἡ ῥάβδος ἡ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς, ὃς ποιμανεῖ τὸν λαὸν αὐτοῦ τὸν νέον Ἰσραὴλ ἐν τῇ νομῇ τῶν ἑαυτοῦ προβάτων.

Ὥσπερ ὁ διάβολος συκοφαντεῖ ἡμᾶς πρὸς τὸν Θεὸν, λαμβάνων παῤ ἡμῶν τὰς ἀρετὰς, ἃς μὴ δέδωκεν ἡμῖν, οὕτω καὶ ἡμεῖς συκοφαντοῦμεν αὐτὸν λαμβάνοντες παῤ αὐτοῦ τὰς κακίας ἃς μὴ δεδώκαμεν αὐτῷ· καὶ καθὸ μὲν λαμβάνομεν παῤ αὐτοῦ τὰς κακίας, ὡς παρὰ πένητος ἐν ἀρεταῖς λαμβάνομεν· καθὸ δὲ τὰς ἀρετὰς ἡμῶν διδόαμεν αὐτῷ ἐπʼ ἐλαττώσει ἡμῶν, ὡς πλουσίῳ ἐν κακίᾳ διδόαμεν· μήποτε δὲ, φησὶν, ὡς ὀλίγα διδοὺς ἄρχοντι· παῤ ᾧ συκοφαντεῖ τὰ πλείω κερδαίνων, πλέον καὶ βλάπτεται τὴν ψυχήν.