Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ὁ τοῖς πανσόφοις λόγοις προσέχων τοῦ Θεοῦ, καὶ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτοῦ, οὗτος ἐπέστησε τὴν καρδίαν, καὶ ἔγνω ὅτι καλοί εἰσιν· οὗτος ἀκούει τῶν τοῦ Θεοῦ λόγων, ὁ ποιῶν τὰ προστασσόμενα ὑπʼ αὐτῶν· Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλʼ οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Ἐὰν δὲ ἐπιστήσῃς σὴν καρδίαν τοῦ γνῶναι καὶ ποιῆσαι, γνωρίσει σοι τὴν ὁδὸν αὐτοῦ τὴν εἰποῦσαν· Ἐγώ εἰμι ἡ ὀδὸς καὶ ὁ ἀλήθεια.

Ὁ πλατύνας διὰ τῆς καθαρότητος τὴν καρδίαν αὐ τοῦ, νοήσει τοὺς τοῦ Θεοῦ λόγους, τούς τε πρακτικοὺς, καὶ τοὺς σοφιστικοὺς, καὶ τοὺς θεολογικούς· πᾶσα γὰρ ἡ κατὰ τὴν Γραφὴν πραγματεία, τέμνεται τριχῶς, εἰς ἠθικὴν καὶ φυσικὴν καὶ θεολογικήν· καὶ ἀκολουθεῖ τῇ μὲν πρώτῃ, αἱ Προοιμίαι· τῇ δὲ δευτέρᾳ, ὁ Ἐκκλησιαστής· τῇ δὲ τρίτῃ, ᾌσμα ᾀσμάτων· [*](46 v. 12. 47 Joan. x, 14. 48 v 13. 49 v. 14 50 51 v. 15 52 v. 16. 53 v. 17. 54 Rom. II, 13. 55 Joan. xiv, 6. 56 v. 20.) [*]((13) Cod., πέπωκε.)

221
ἅπερ νοηθέντα διὰ καθαρότητος ἐναπογράφεται τῇ καρδίᾳ, τοῦ ἀποκρίνασθαί σε, ὡς ἔτοιμον εἶναι πρὸς ἀπολογίαν παντὶ τῷ ἐπερωτῶντί σε λόγον περὶ τῆς ἐν σοὶ ἐλπίδος· εἴτε διὰ τὸ μαθεῖν, εἴτε διὰ τὸ ἀντιτιθεῖναι· ἀντερώτα δὲ καὶ σὺ τοὺς δυναμένους ἐρωτᾶσθαι· μὴ μέντοι βιάζου τὸν ἐν γνώσει πενόμενον· διὸ ἐπάγει· Καὶ μὴ ἀτιμάσῃς ἀσθενῆ ἐν πύλαις.

θἱ τοὺς φαύλους ἀναδεχόμενοι λογισμοὺς, καὶ ἐν τούτῳ τιμῶντες τὸν πονηρὸν, σπουδαζέτωσανὅση δύναμις διὰ τῶν ἀγαθῶν λογισμῶν ἀποδιδόναι τοὺς χείρονας· ἐὰν γὰρ μὴ ἰσχύσωσι τοῦτο ποιῆσαι, λήψονται τὸ στρῶμα τὸ ὑπὸ τὰς πλευρὰς τῆς ψυχῆς, τουτέστι τὴν ἀρετήν. Ὁ μετατιθεὶς τὰ ὅρια τῆς θεοσεβείας, δεισιδαιμονίαν ἢ ἀσέβειαν αὐτὴν ἀποδείκνυσι· καὶ ὁ μετατιθεὶς τὰ ὅρια τῆς ἀνδρείας, θρασύτητα ἢ δειλίαν αὐτὴν ἀπεργάζεται· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων ἀρετῶν, καὶ ἐπὶ τῶν δογμάτων, καὶ ἐπʼ αὐτῆς τῆς πίστεως νοητέον· μάλιστα δὲ τοῦτο τηρητέον ἐπὶ τῆς ἁγίας Τριάδος· ὁ γὰρ μὴ θεολογῶν τὸ Πνεῦμα τὸ ἅγιον, διαλύει τὸ βάπτισμα· ὁ δὲ καὶ ἄλλους τινὰς ὀνομάζων θεοὺς, δῆμον εἰσάγει θεῶν· ἢ καὶ τὰς περὶ πράγματος ἑκάστου πατρικὰς διατάξεις, καὶ τούτου χάριν μένειν ὀφειλούσας, μὴ μετακινεῖν δεῖ.

Δυνάστην ἐνταῦθα τὸν διάβολόν φησιν· τράπεζαι δὲ αὐτοῦ εἰσι ψευδομαρτυρίαι, λοιδορίαι, καταλαλιαὶ, συμβουλίαι κακαὶ, ἐπιθυμίαι αἰσχραὶ, καὶ πᾶν ὁτιοῦν σατανικὸν ἐπιτήδευμα· ταῦτα δὲ παρατιθέμενά σοι ὑπὸ τοῦ πονηροῦ, νοητῶς νόει, καὶ ἐπίβαλε τὴν διάνοιάν σου, ὅ ἐστιν ἡ χείρ· εἰδὼς ὅτι τοιαῦτά σε δεἴ παρασκευάσαι, οἷα καὶ συμπαρεστάναι σοι ὀφείλουσιν ἐν ἡμέρᾳ Κυρίου, ὅτε ἀπονέμει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ· εἰ δὲ ἀπεληστότερος εἶ, καὶ ὀρέγῃ τῶν ὑψηλῶν καὶ πλειόνων καὶ μειζόνων, ἅτινά εἰσι θεῖα καὶ Θεοῦ. μὴ ἐπιθύμει τῶν τοῦ πονηροῦ ἐδεσμάτων· ταῦτα γὰρ ἔχεται ζωῆς προσκαίρου, ὅ ἐστι ψευδοῦς· δεῖ δὲ τὴν θείαν Γραφὴν νοητῶς νοεῖσθαι καὶ πνευματικῶς· ἡ γὰρ κατὰ τὴν ἱστορίαν αἰσθητὴ γνῶσις, οὐκ ἔστιν ἀληθής (15).

Ἐὰν ἐλκῦσαι τὸν θεῖον νοῦν πρὸς τὸ ῥητὸν κατὰ τὴν ἔξω μόνον ὅρασιν ἐθελήσῃς, ἀσύστατος ὢν εἰς τὸν ἴοιον οἶκον ἀποφοίτα, ὅς ἐστι τὸ κατάλληλον αὐτοῦ θεώρημα· πτέρυγας ἔχων τὰς ὑπὸ τοῦ προεστηκότος εὐτοῦ ἁγίου Πνεύματος κατασκευασθείσας αὐτῷ, αἵπερ εἰσὶ τὰ πνευματικὰ χαρίσματα· ἄπεισιν οὖν ὑψηλὸς ὐπὲρ αὐτὸν ὡς εἰπεῖν τὸν αἰθέρα· τὸ οὖν μὴ ὑπεράνω [*](57 I Petr. ΙΙΙ, 15. ⁵8 v. 22. 59 v. 26. 60 v. 27. 61 v. 28. v. 1. 62 v. 2. 6⁴ v 5.) [*]((14) Animadverte testimonium Origenis de Spiri- tus sancti divinitate.) [*]((15 Vides Origenis dictum insigne pro mystico S. Scripturæ sensu, qui tantopere ipsi in deliciis fuit, eoque interdum abusus, ut scimus; quæ causa fuit Theodoro Mopsuesteno opus condendi contra alegoricos, præsertimque Origenem. Et quidem consulesis Huetium in Origenams quæst. XIII, p. 240 seqq. Origenes (inquit S. IHteronymus in prologo ad lib. v in fsaam) liberis allegoriæ spa- ltt cragatur, et interpretata nominibus smngulorum, Ingenium suum fact Ecclesæ sacramenta. Recta)

224
χωρεῖν τοῦ ῥητοῦ, ἀλλʼ ἀπλήστως ἔχειν πρὸς αὐτὰ, ζωῆς ἐστι ψευδοῦς.

Εἰ ὁ βάσκανος σῖτα ἀσεβείας ἐσθίει, καὶ σἴνῳ παρανόμῳ μεθύσκεται, οὐ δεῖ δὲ συνδειπνεΐν τούτῳ· οὐ χρὴ ἄρα εἶναι ἀσεβῆ καὶ παράνομον· αὗται γὰρ αἱ κακίαι λυμαίνονται γνῶσιν πνευματικήν.

Μηδὲν λέγε συνετὸν, φησὶ, τουτέστι βαθὺ καὶ μυστικόν· οὐ δεῖ γάρ σε βαλεῖντοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων.

Ὅρια αἰώνια θεοσεβείας μὴ μέταιρε· εἰς δὲ γῆν τῶν ἀπορφανισάντων ἑαυτοὺς ἀπὸ τοῦ Θεοῦ, κτῆμα δὲ δαιμόνων τὴν κακίαν ἔχοντας, μὴ εἰσέλθῃς, διʼ ἥν ἐστερήθησαν τοῦ ἐπουρανίου Πατρός· ὁ γὰρ λυτρούμενος αὐτοὺς Κύριος ἐκ τοῦ ὑπερλάμπρου φωτὸς ἀπὸ σκότους, ἰσχυρός ἐστιν.

Υἱὸς ὀρθὸς ἐνδιατρίψει τὰ χείλη αὐτοῦ σοφίᾳ, καὶ ἡ σοφία πρὸς αὐτὸν συλλαλήσει καὶ διαμενεῖ· ὁ δὲ στρεβλὸς ἐκπεσεῖται ἀπʼ αὐτῆς.

Εἰ τῷ φόβῳ Κυρίου ἐκκλίνει τις ἀπὸ κακοῦ, καλῶς παραινεῖ διὰ πάσης τῆς ζωῆς ἐκκλίνειν ἡμᾶς ἀπὸ παντὸς κακοῦ.

Πᾶς ὁ ἐν κακίᾳ μέθυσος, καὶ ὁ ἐκ σοφίας πρὸς ἀγνωσίαν καταπορνεύων, πτωχεύσει ἐκ θείας χάριτος· καὶ οὐκ ἐνδύσεταιἔνδυμα τοῦ γάμου πᾶς ὁ ἐν τῇ δαιμονιώδει νυκτὶ ὑπνώδης, ἀλλὰ τὴν ὡς ῥάκος τετραυματισμένην σάρκα διαθλίβων γεέννης φλόγα.

Ἔφη τις τῶν γερόντων, τὴν ψυχὴν εἶναι μητέρα τοῦ νοῦ, ψυχὴν λέγων τὸ παθητικὸν τῆς ψυχῆς, θυμόν τε καὶ ἐπιθυμίαν· διὰ γὰρ τῶν πρακτικῶν ἀρετῶν εἰς φῶς προάγει τὸν νοῦν· διὰ γὰρ ἀνδρείας καὶ σωφροσύνης κτώμεθα σοφίαν καὶ γνῶσιν Θεοῦ, αἴπερ εἰσὶν ἀρεταὶ θυμοῦ καὶ ἐπιθυμίας· λέγει δʼ ἂν ἴσως μητέρα καὶ τὴν παλαιὰν Διαθήκην οὐ καταφρόνητον.