Expositio in Proverbia (fragmenta e catenis)

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Ἐκβάλλει τὸ ῥητὸν τοῦτο τὴν διὰ τῶν ἀλόγων ζώων θυσίαν· θυσία γὰρ τῷ Θεῷ πνεῦμα συντετριμμένον.

Εἰ ἁγνὰ καὶ ὀρθὰ ἔργα Κυρίου, ἓν δὲ τῶν ἔργων αὐτοῦ ἐστι καὶ ὁ νοῦς, ὀρθὸς ἄρα ἐκτίσθη καὶ ἁγνὸς παρὰ τοῦ Θεοῦ ὁ νοῦς, καὶ ὀρθὸν ὀφείλομεν διαφυλάττειν αὐτὸν πρὸς αὐτὸν ἐκ τῶν ἐπερχομένων ἡμῖν παρὰ τοῦ πονηροῦ κακῶν.

Τὸν οἶκον τὸν κεκονιαμένον καὶ κοινὸν, τῇ ὑπαίθρῳ γωνίᾳ ἀντέθεικεν· εἰ δὲ ὁ οἶκος ὁ κεκονιαμένος καὶ κοινὸς, ἡ κακία ἐστὶν, ἡ ὕπαιθρος γωνία ἡ ἀρετή ἐστιν γωνία τοίνυν ὕπαιθρός ἐστιν, πρᾶξις θεωρίας ἐφαπτομένη, καὶ φωτιζομένη ὑπὸ τοῦ τῆς δικαιοσύνης ἡλίου· καλῶς δὲ καὶ ὁ Παῦλος τὸν ἀρχιερέα τῶν Ἰουδαίων, τοῖχον εἶπε κεκονιαμένον τυφθησόμενον (12) ὑπὸ τοῦ Θεοῦ· καὶ ὁ Σωτὴρ ἐν Εὐαγγελίοις τοὺς Φαρισαίους, τάφους εἶπε κεκονιαμένους· εὖ δὲ καὶ τὸ [*](15 v. 25. 16 v. 27. 17 v. 3. 18 v. 8. 9 v. 9. 10 Act. XXIII, 3. 21,22 Matth. XXIII, 27.) [*]((12) Cod. τυπτηθησόμενον.)

216
ἐπὶ γωνίας εἶπεν, ἔνθα ὁ λίθος κεῖται ὁ ἀποδοκιμασθεὶς ὑπὸ τῶν οἰκοδόμων, καὶ γενόμενος κεφαλὴ γωνίας, ὅς ἐστι Χριστός· κοινὸν δέ ἐστιν, ὅ μὴ τοῦ ἑνός ἐστι Θεοῦ.

Δόσις λάθριός ἐστιν, ὃ ποιεῖ ἡ δεξιὰ, μὴ γινώσκει δὲ ἡ ἀριστερά· θυμὸν ἐγείρει κατʼ αὐτοῦ ἰσχυρὸν ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, ὁ τῶν πρὸς τοὺς ἐνδεεῖς δώρων φειδόμενος.

Ἡ συναγωγὴ τῶν γιγάντων, ἡ κακία καὶ ἡ ἀγνωσία ἐστίν· γίγαντες δὲ οἱ δαίμονες· τουτέστιν ἐν μεγάλαις ἁμαρτίαις ἀναπαύσεται ὁ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης.

Ἀγύναιον εἶναι κρεῖττον, ἢ τοιαύτη συνεῖναι· καὶ ὁ Δαυΐδ φησιν· Ἐν γῇ ἐρήμῳ καὶ ἀβάτῳ καὶ ἀνύδρῳ, οὕτως ἐν τῷ ἁγίῳ ὤφθην σοι· ἔρημος τοίνυν γῆ ἐστιν ἡ ἀρετὴν ἔχουσα ψυχὴ, καὶ μὴ ἔχουσα τοὺς παλαιοὺς ἀνθρώπους ἐνοικοῦντας, τοὺς φθειρομένους κατὰ τὰς παλαιὰς ἐπιθυμίας τῆς ἀπάτης· διὸ οὐδὲ εὑρίσκει ἐν αὐτῇ ἀνάπαυσιν ὁ διάβολος· εἴγο δυσχερῶς διʼ ἀνύδρων τόπων ζητῶν ἀνάπαυσιν, καὶ οὐχ εὑρίσκει· αὐτὸς γὰρ βασιλεύς ἐστι πάντων τῶν ἐν τοῖς ὕδασι, τουτέστι τῶν ἐν ἀναπαύσει καὶ ἀπολαύσει σαρκικῶν ἡδονῶν. Καὶ πάλιν Τῆς σοφίας στεγναὶ αἱ διατριβαὶ οἴκων αὐτῆς· εἰ δὲ τοῦτο, οὐκοῦν καὶ ἡ γυνὴ ἡ μάχιμος καὶ γλωσσώδης καὶ ὀργίλος, ἡ κακία ἐστὶν, ἥτις τὸν συζῶντα αὐτῇ ποιεῖ μάχιμον καὶ γλωσσώδη καὶ ὀργίλον.

Σοφία Κυρίου ἀναπαύσεται ἐν καρδίᾳ δικαίου σοφοῦ· ἄφρονες δὲ ἄνδρες διαβάλλουσιν αὐτὴν τοῦ φθεῖραι.

Ἡ σοφία ἐστὶ πόλις ὀχυρὰ, ἐν ᾗ οἱ σοφοὶ κατοικοῦσι, λογισμοὺς καθαιροῦντες, καὶ πᾶν ὕψωμε ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ. — Πόλεις ὀχυράς φησιν τὰς ὀχυρωθείσας καὶ κατακρατηθείσας ψυχὰς ὑπὸ τῶν ἀσεβῶν δαιμόνων καὶ πονηρῶν ἀνθρώπων, τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ Θεοῦ· ὧν τὸ ὀχύρωμα ἐπιβὰς ὁ σοφὸς, καὶ τὴν δοκοῦσαν ἀσφάλειαν αὐτῶν, τῇ οὕτως σοφίᾳ περιφραχθεὶς καθεῖλεν.

Στόμα καὶ γλῶσσαν καὶ νοῦν, θυμὸν καὶ ἐπιθυμίαν ὅς φυλάσσει, διατηρεῖ ἐκ τῆς ἐν κρίσει θλίψεως τὴν ψυχὴν αὐτοῦ.

Αὐτός ἐστι διαφόρως ἐπινοούμενος· θρασὺς μὲν γὰρ, ὁ πᾶν ὁτιοῦν ἀφόβως ἐπιτελῶν· αὐθάδης, ὁ ἀνεπικρίτως ἐλευθεριάζειν βουλόμενος· ἀλαζὼν. ὁ μείζοσιν ἑαυτὸν ἤπερ ἔχει σεμνύνων· λοιμὸς, ὁ πρὸς τῷ ἑαυτὸν καταβλάπτειν, καὶ ἑτέροις μεταδιδούς· τοσοῦτον γάρ ἐστι βλαπτικὸς, ὡς καὶ ἄλλοις μεταδιδόναι κακίας· ὅς δὲ μνησικακεῖ, παράνομος.

Ἔστι γὰρ καὶ ἀγαθὴ ἐπιθυμία· ἀγγέλων μὲν οὖν τὸ μὴ ἐπιθυμεῖν ποτε ἐπιθυμίας κακίας· δαιμόνων δὲ τὸ ἀεὶ κακὰς ἐπιθυμεῖν· ἀνθρώπων, τὸ ποτὲ μὲν ἐπιθυμεῖν. ποτὲ δὲ μή· τὸ δὲ ὅλην τὴν ἡμέραν, ἀντὶ διʼ ὅλου τοῦ βίου· τοιοῦτόν ἐστι καὶ τὸ, Ἐν φόβῳ Κυρίου ἴσθι ὅλην τὴν ἡμέραν, ἀντὶ τοῦ δι᾿ ὅλου τοῦ βίου.

[*](22 Matth. XXI, 42. 24 v. 14. v. 16. 2⁶ v. 19. 27 Psal. LXII, 3. 28 v, 20. 29 v. 22. 30 v. 23. 23 v. 24. v. 25. Prov. XXIII, 17.)
217

Ἵππον λέγει τὸν νοῦν, τὸν πολεμούμενον ὑπὸ τοῦ διαβόλου, καὶ ἀντιπολεμοῦντα· Ἐπιβήσῃ γὰρ, φησὶν, ἐπὶ τοὺς ἵππους σου· καὶ ἡ ἱππασία σου, σωτηρία· καὶ ἐπὶ τοῦ Παύλου ὁ Κύριος· Τοῦ βαστάσαι τὸ ὄνομά μου, φησί.