Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. β΄. Ἀλαλέξατε τῷ Θεῷ Ἰακώβ.

Θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ ταῦτα ἐνανθρωπήσεως. Ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύσαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. Ἀλαλαγμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὅν καὶ οἱ ἐκ Βαβυλῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. Ἠθικώτερον δέ ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ· Ἀγαλλιᾶσθε τῷ Θεῷ ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. Καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γίνεται. Κἂν ἀπορῇς λόγων τῶν κατʼ ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόῤῥητα καὶ ἄῤῥητα λαλούσης. Ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόῤῥητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ.