Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. γ΄. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος.

Ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. Ἱερατικὸν δὲ τοῦτο τὸ ὄργανον. Οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. Κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. Τοιαῦται δʼ, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ· Σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. Ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων, καθὸ λέγεται· Ἐν νεομηνίᾳ, σάλπιγγι.