Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. μδ΄. Καὶ μετέστρεψεν εἰς αἶμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν.

Οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰγύπτου ἐναντίους Χριστῷ τῷ ἀληθινῷ ποταμῷ, οὗ τὰ ὁρμήματα τὴν Ἐκκλησίαν εὐφραίνει. Πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, (90) ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα. Ὅταν γὰρ ἐγὼ καταγὼ οὕς (91) ἀλλοτρίου ὕδατος καὶ φρονήματος, τοῦ Θεοῦ μὴ (91---) παραστήσαντος, ὅτι αἷμά ἐστιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γίνωμαι αἵματος ὀμβρήματος. Οἱ δὲ εἶεν ἂν, οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ.· Κατὰ δὲ τὴν ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐδὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. Ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. Ὅθεν ἕσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. Πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. Τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται· τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. Καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὅντα οἷόν ἐστιν. Ἀλλʼ οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κἂν ἐκ τοῦ προχείρου διʼ ἀπάτην περιφοινίξῃ τὸ εἶδος. Πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐδὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος.

[*](15 Prov. ix, 2. 16 Rom. viii, 8.)[*]((90) Forte ἐξαπλωθεῖεν.)[*]((90*) Ἅ ὁ Θεός. Forte del. ἅ.)