Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. α΄. Μὴ παραζήλου ἐν πονηρευομένοις, μηδὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν.

Διαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. Παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλοτυπίαν, ὁποϊον τό· Αὐτοὶ παρεζήλωσάν με ἐπʼ οὐ Θεῷ· τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἶον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. Ζηλοῦν δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὅ παρεῖται τῷ πέλας νενόμικεν ἀγαθόν. Τοῦτο οὖν λέγει· Μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀναστῆναι αὐτὸν κατὰ σοῦ. Ἤγουν, Μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβουεύει σοι. Οἶον· Εἰ μετὰ γνώμης τοῦ Δαβὶδ τὸν ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, Ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ· αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πονηρευομένοις, τῷ Σαούλ. Μήτε πάλιν μιμοῦ ἢ μακάριζε [*](Hebr. I, 7.) [*]((61) Orig. et Theodoret.)

120
τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. Πρὸς ὀλίγον γὰρ ἀνθοῦντες, ξηραίνονται. Πᾶσα γὰρ σὰρξ, χόρτος. Τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλίγον ἀνθήσαντες, αὕριον εἰς κλίβανον βάλλοντας καθά φησιν ὁ Σωτήρ. Οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. Ἐννοεῖν δὲ χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς. Μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶ, μηδὲ κατεμεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων, κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς. Φεῦγε οὖν τὴν ἰσοῤῥοπίαν, εἰς τὰ ἐσόμενα βλέπων· οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. Διὸ ἐπάγει· Ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

Στίζ γ΄. Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ τῷ πλούτῳ αὐτῆς.

(62) Τουτέστιν, Ἀγάπησον τὸ εὐδοκιμεῖν· δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν· ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. Καὶ ποίει χρηστότητα· ὡς εἰ ἔλεγε τῷ ἀγρῷ· Ποίει τόνδε τὸν καρπόν. Οὕτως σοι τῷ ἀκροατῇ τῶν θείων μαθημάτων· Δὸς ἀγρῷ, φησὶν ὁ Λόγος· ποίει χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύματος. Τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα κατασημαίνει πάντα τρόπον ἀρετῆς. Καὶ κατοίκει παρὰ τὴν γῆν· προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ καὶ γεωργίᾳ· Ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο καὶ θερίσει. Ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἀγίων, τουτέστιν αἱ ἐπαγγελίαι. Καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχεσθαι λογίων, ἕρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. Ἥ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις· γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι· ἐν ᾗ γεγονὼς, ποιμανθήσῃ. φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. Πλοῦτος δὲ τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφἡς χορηγία. Τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον· καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους ὑπʼ αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς ἀποχρωμένους. Οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποιμένι καλῷ. εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει.

Στίχ. δ᾿. Κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς παρδίας σου.

(63) Ἔθος τῇ Γραφῇ δύο ἀνθρώπους εἰσάγειν· καὶ σχεδὸν πάντα τὰ τοῦ χείρονος ἔχει καὶ ὁ κρείττων. Ἔστι γάρ τις τροφὴ καὶ τοῦ ἔσω ἀνθρώπου, περὶ ἧς λέγεται· Οὐκ ἐπʼ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Ἔστι τι καὶ ποτόν· Πίνομεν γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. Καὶ ἔυδυμα· ὅθεν ὁ μὲν ἁμαρτωλὸς ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, [*](60 Galat. VI, 8. 61 Psal. XXII, 1. 62 Mattb. IV, 4.) [*]((63) Confer edita Latina.)

121
δὲ δίκαιος τὸν Κύριον Ἰησοῦν, καὶ σπλάγχνα οἰκτιρμῶν, καὶ πανοπλίαν Θεοῦ. Οὕτως ὁ μὲν τῶν αὐτοῦ μόνον ἀκούων λόγων προτρεπτικῶν τρέφεται· ὁ δὲ ἐπιδιδοὺς ἑαυτὸν ἑρμηνείᾳ νόμου, διηγήσει προφητῶν, λύσει παραβολῶν εὐαγγελικῶν, σαφηνείᾳ λόγων ἀποστολικῶν, κατατρυφᾷ τοῦ Κυρίου· καὶ ἐσθίει οὐ πρὸς ἀνάγκην, οὐδὲ πρὸς μόνην τροφήν. Διδάσκει οὖν ἡμᾶς κατατρυφῆσαι τοῦ Κυρίου. Καὶ γὰρ ὁ Θεὸς, ἀπʼ ἀρχῆς βουλόμενος ἡμᾶς τρυφᾷν πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χειμάῤῥουν τῆς τρυφῆς ἐχαρίσατο. Οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν. Ἀλλʼ εἰ μὲν σαρκὶ ἐτρύφησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς· εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης, ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται.

Καὶ ἄλλως δέ. Ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλήθεια, σοφία, ἁγιασμός· ἐὰν τρυφήσῃς οὗν καὶ ἐν τοῖς τῆς συρίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιοσύνης, πεπλήρωται τό· Κατατρύφησον τοῦ Κυρίου. Τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογονοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς· καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα, οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. Νοήσεις δὲ τὸ λεγόμενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἱδῃς πῶς κατὰ φύσιν αἰτεῖ. Ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἕλεγεν ἅν σοι· Αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. Ἡ ἀκοή· Αἰτῶ φωνὴν ἐμμελῆ, ἡδεῖαν. Ἡ γεῦσις· Αἰτῶ γλυκέα, φεύγω τὰ πικρά. ἀρή· Αἰτῶ ἅπτεσθαι λείων, τρυφερῶν, προσηνῶν· οὐ πυρὸς, οὐ τραχέων, οὐδὲ κεντούντων. Ὡς οὖν ἑκάστου τῶν αἰσθητηρίων ἐστὶν αἴτησις κατἀλληλος καὶ φυγή· καὶ ὀφθαλμὸς μὲν αἰτεῖ τὸ φῶς, ἡ ὄσφρησις δὲ τὸ εὐῶδες, ἡ ἀκοὴ τὸ ἐμμελὲς, καὶ τὰ λοιπὰ ὁμοίως· οὕτως ἡ καρδία τὰ νοήματα, ἅπερ ληψόμεθα παρὰ Κυρίου, ἐὰν μηδὲν ἀλλότριον τῆς αὐτοῦ τρυφῆς ἔχωμεν ἐν ταῖς καρδίαις. Τότε δυνησόμεθα ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν ἡμῶν. Ἐποπτεύει γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν· ἀποστρέφεται δὲ τὴν τῶν οὐκ ὀρθῶς ζῇν λομένων. Ὅθεν ἐπάγει·

Στίχ. ε΄. Ἀποκάλυψον πρὸς Κύριον τὴν ὀδόν σου, καὶ ἔλπισον ἐπʼ αὐτὸν, παὶ αὐτὸς ποιήσει.