Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. Ϛ΄. Καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν.

(64) Ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν· καὶ ἕλπισον ἐπ᾿ αὐτὸν, αὐτὸς δὲ ποιήσει. Ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζοΐας τὸ κάλλος. Ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀναλάμπουσα μεσημβρινοῦ.

[*](64. Psal. CVIII, 18. 65 Rom. XIII, 14. 66 Coloss, III, 12.)[*]((64) Cyrill. et Orig.)
124

(65) Μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. Καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. Ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορ νεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφʼ ἑαυτῷ, κρύπτει ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ· θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ· διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐτοῦ, ἢν ὥδευσεν· ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ· διὰ τοῦτο εἴρηται· Ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. Κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι· καὶ ἐπεὶ μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ (66), ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. Τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος.

Στίχ. ζ΄. Ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν.

Ὑποταγὴν οὖν ἐνταῦθα λέγει τὴν τῶν κακῶν ἀναχώρησιν. Οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. Ἔστω, φησὶν, ὅτι ἤδη ὑπετάχθην· τί ποιῶ περὶ τῶν προτέρων; Ἱκέτευσον αὐτὸν, λέγων· Μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. Ὥστε οὐ δεῖ πρότερον περὶ ἁμαρτίας ἱκετεύειν, ἢ ὑποταγέντα τῷ Κυρίῳ, τουτέστιν ἐκστάντα τῆς ἁμαρτίας. Ἔτι γὰρ ὄντα ἐν ἁμαρτίαις ἄφεσιν ἁμαρτιῶν αἰτεῖν, πάνυ ἄλογόν ἐστι.

Στίχ. ζ΄. Μὴ παραδήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν.

Μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην· μηδὲ εἰς κακίαν ἐρεθίζου, κἂν ὁρᾷς τὸ κακὸν εὐοδούμενον, δέον λογίσασθαι, ὅτι ὁ αἰὼν οὗτος τούτων ἐστὶ τῶν μὴ ἐχόντων ἄλλην ἐλπίδα. Εὐτυχείτωσαν ἐν αὐτῷ, καὶ ἐχέτωσαν τὰ νομιζόμενα ἀγαθά. Ἡμεῖς δὲ εἰς ἄλλον αἰῶνα βλέπομεν ζωῆς· καὶ ἡ ἐλπὶς ἡμῶν, ἑξῆς τούτῳ τῷ αἰῶνί ἐστιν. Οὐχ οἷόν τέ ἐστι τὰ ἀγαθὰ ἐν τούτῳ τῷ αἰῶνι ἔχειν καὶ ἐν ἐκείνῳ· εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται· Ἀπέλαβες τὰ ἀγαθάσου ἐν τῇ ζωῇ σου. Ἀναγκαίως μέντοι προστέθειται τό· Ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. Τῶν τοιούτων γὰρ, φησὶ, τὴν ῇ μίμησιν παραιτεῖσθαι χρή· καὶ χρήσιμον σφόδρα τοῦ ἀποφοιτᾷν τῷ παραζηλοῦν αὐτούς. Εὐοδοῦνται (67) γὰρ, ἤτοι τὴν ἐν πράγμασι τοῖς ἰδίοις εὐοδίαν ἔχειν ὑπολαμβάνονται, οὐ ψήφοις ταῖς ἄνωθεν τὸ χρῆμα κερδαίνοντες, ἀλλʼ ἐκ τοῦ πλεονεκτεῖν καὶ ἁρπάζειν τὰ ἑτέρων ἔσθʼ ὅτε. Τὴν οὖν εὐόδωσιν, τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει. Ἐπειδὴ δὲ πολλοὶ ἐν δικαιοσύνῃ ζῶντες, ὅταν ἴδωσιν ἑαυτοὺς ἐν πόνοις, τὸν δὲ ἁμαρτωλὸν ἐν πᾶσι πρὸς καιρὸν εὐοδούμενον, ὀργισθέντες· τῆς δικαιοσύνης ἀφίστανται, τοῦτο δὲ ἀνοίας τῆς ἐσχάτης· διὰ τοῦτο μακροθυμεῖν διδάσκων ὁ λόγος, [*](68 Joan. iii, 20. 69 ibid. 70 Matth. XIII, 43.) [*]((65) Littera M minio pingitur, quasi hinc Origenes ordiatur.)

125
καὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ τὸν καρπὸν προσδὲχεσθαὶ φησι.

Στίχ. η΄. Παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν.

Ἐπωφελὲς τὸ παράδειγμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. Χρὴ γὰρ, φησὶ, πράους εἷναι, καὶ εὗ μάλα καθεστηκότας, καὶ εὐταξίαν ἔχοντας εἰς νοῦν, ἀγαπῶντάς τε διαπαντὸς τὴν ἀπὸ τῆς μακροθυμίας εὐοδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. Τῶν γὰρ παθῶν τινὰ μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες. Τὸ γὰρ μιαρὸν τοῦτο πάθος, ἡ ὀργὴ, ἐκκαίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους, καὶ ταράσσει· οὐ τινὰ μὲν, τινὰ δʼ οὔ ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος.

Στίχ. θ΄. Οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονομήσουσι γῆν.

(68) Ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπανἱστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως· διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει, ὅτι Οἱ τὸν Κύριον ὑπομένοντες, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, κληρονομήσουσι γῆν, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἢν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν· ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἀγίοις ηὐτρεπισμένην. Κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἰερά τε καὶ ἄνω, ἧς κληροδότης Θεός. (69) Ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. Γέγραπται γάρ· Καὶ νῦν τίς ἡ ὑπομονή μου; Οὐχὶ Κύριος; Ἀφʼ οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἂ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. Ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν· οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. Ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκδεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι.