Excerpta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.

Στίχ. α᾿ Πρὸς σὲ, Κόριε, κεκράξομαι· ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπʼ ἐμοῦ.

Εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ· εἰ δὲ τὰ ἐπουράνια, κράζει τε καὶ βοᾷ. Ὅθεν ἐν ταῖς ῥαφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. Κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. Οὐ παρασιωπᾷ δὲ τοῖς ἀγίοις ὁ Θεός. Ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. Ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. Ἅ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό· Μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε· ἀνα· βάσεις εἰς τὴν καρδίαν αὐτοῦ. Ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. ᾯ δὲ παρασιωπῷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκοι. Οὐδένα γὰρ τῶν ἀγίων ἴσμεν λάκκον ὀρύξαντα· φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. Ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. Θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων· Ἐμὲ ἐγκατέλιπτον πηγὴν ὕδατος ζῶντος, κοὶ ὥρυξαν ἑαυτοῖς λάκκους συντετριμμέτους. Κα ταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης πε ριέποντες πράγματα· ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πολέμιος δράκων, ὅς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. Πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρότερος. [*](8. 43 Apoc. III, 14. ⁴⁴ Psal. LXXXIII, 6. 45 Psalm.) [*]((60) Origen., Euseb.,Τheodoret.)

117
Πᾶσα οὗν ἁμαρτία ψυχρά· τὰ δὲ θεῖα, ὡς ἕοικε, θερμά. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύμτα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν· καὶ, τῷ πνεύματι ζέοντες. Ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν· Ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Θάρσὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. Οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσιν καὶ αἰχμάλωτοι. Ἀλλʼ ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. νεῦμα γὰρ Κυρίου ἐπʼ ἐμὲ, οὖ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς. Ἀπέσταλκέ με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν.

Στίχ. β΄. Εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ.

(61) Οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. Ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. Ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. Ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί· Παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας.

Στίχ. β΄. Ἐν τῷ αἴρειν με χεῖράς μου πρός ναὸν ἄγιόν σου.

Ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι· διʼ ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ· ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα· ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ. Μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησόμεθα.

Στίχ.ε΄. Ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ.

Οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἕργα Κυρίου. Ποίησιν γὰρ χερῶν αὐτοῦ ἀναγγέλλει τὸ στερἑωμα. Δίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι Δημιουργόν.

Στίχ. ζ΄. Καὶ ἀνέθαλεν ἡ σάρξ μου. Ποία δὲ σὰρξ ἀνέθαλεν; Ὅψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ.