Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Σῶσόν με, ὁ Θεὸς, ὅτι εἰσήλθοσαν ὔδατα ἕως ψυχῆς μου, κ. τ. ἑ. Ὕδατα λέγει (99) τοὺς λογισμοὺς καὶ τοὺς πειρασμοὺς τοὺς εἰσερχομένους εἰς τὴν ψυχήν.

Ἐνεπάγην εἰς ἰλὺν βυθοῦ, καὶ οὐκ ἔστιν ὐπόστασις. Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με, κ. τ. ἑ. Οὐδὲν τοιοῦτον (1) εὑρίσκομεν παθόντα τὸν Δαυῒδ ἐν ταῖς ἱστορίαις· εἰ δὲ ἐπὶ τὸν Σωτῆρα ἀναφέρεται ὁ ψαλμὸς διὰ τὸ, « Ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, » οὐδὲ ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ἔγνωμεν τοιοῦτό τι γεγονός.

Τοῦ αὐτοῦ. Εἰ ἐν τῷ (2) πρὸ τούτου ψαλμῷ τὸ λέγον πρόσωπον ἐδίδασκε πῶς εἰς Βασὰν κατῆλθε, καὶ ἔλεγεν, « Ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, » ἕπεται τοίνυν τὸν αὐτὸν εἶναι ἡγεῖσθαι τὸν τὰ προκείμενα λέγοντα. Αὐτὸς τοίνυν ὁ Θεὸς Λόγος εὐχὴν ἀναπέμπει τῷ Πατρὶ, ἰδιοποιούμενος τὰ καθʼ ὅν εἴληφεν ἄνθρωπον πάθη. Δηλοῖ δὲ τὰ τοῦ ᾅδου χωρία, ἔνθα μόνος αὐτὸς καταβὰς διεξῆλθεν.

Ἐκοπίασα κράζων, ἐβραγχίασεν ὁ λάρυγξ μου, ἐξέλιπον οἱ ὀφθαλμοί μου ἀπὸ τοῦ ἐλπίζειν με ἐπὶ τὸν Θεόν μου, κ. τ. ἑ. Τοῦτο πρὸς τὸ (3) ἀνήκοον τῶν μὴ πειθομένων αὐτοῦ τῇ διδασκαλίᾳ λέγεται. Εἰ δὲ καὶ πρὸς τὸ μὴ δεῖν ἐκκακεῖν προσευχόμενον, ἀλλὰ βοᾷν ἡμέρας καὶ νυκτὸς πρὸς τὸν Θεὸν, εἶπε κεκοπιακέναι ἐν τῷ κράζειν, συμφώνως τὸ μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων συνεπίσκεψαι.

Ἐπληθύνθησαν ὑπὲρ τὰς τρίχας τῆς κεφαλῆς μου οἱ μισοῦντές με δωρεάν· ἐκραταιώθησαν οἱ ἐχθροί μου οἱ ἑκδιώκοντές με ἀδίκως. Ἄ οὐχ ἥρπιιασα, τότε ἀπετίννυον, κ. τ. ἑ. Ἐντεῦθεν, οἶμαι (4), δυνατὸν γνῶναι τὸ πλῆθος τῶν δαιμόνων.

Τοῦ αὐτοῦ. Εἰ καὶ ἀπέδωκεν (5) ἃ μὴ ἥρπασεν, ἀλλʼ οὖν ἡμᾶς ἐλυτρώσατο (καὶ τοῦτό ἐστιν ἀποτιννύναι), ἐξαλείφων τὸ καθʼ ἡμῶν χειρόγραφον. Ἀ ἠναγκάσμεθα ἀποτιννύναι ἐπιφερόμενα καθʼ ἡμῶν, ἐξήλειπται ταῦτα καὶ ᾖρται ἐκ τοῦ μέσου, ἀφέσεως ἁμαρτιῶν δοθείσης.

Τοῦ αὐτοῦ. Οὐδένα τῶν ἀνθρώπων (6) ἄκοντα ἁρπάζει ὁ Θεός· εἰ γὰρ ἥρπαζεν, οὐκ ἂν ἔλεγε· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς· » καί· « Ἐὰν θέλητε, καὶ [*]((4) Ἐντεῦθεν, οἶμαι, etc. Codex Coislinianus pimus et schedæ Grabii.) [*]((5) Εἱ καὶ ἀπέδωκεν, etc. Codex Coislini nra secundus.) [*]((6) Οὐδένα τῶν ἀνρρώκεν, etc. Idem.)

1513
εἰσακούσησθέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. » Ἡρπάνη δὲ ὁ Παῦλος ἕως τρίτου οὐρανοῦ, ἤδη ἑαυτὸν ἐπιδεδωκὼς τῷ Θεῷ.

Ὁ Θεὸς, σὺ ἔγνως τὴν ἀφροσύνην μου, παὶ αἱ πλημμέλειιαί μου ἀπὸ σοῦ οὐκ ἐκρύβησαν, κ. τ. ἑ. Οὐ πάντων (7) τὴν ἀφροσύνην γινώσκει Θεὸς, ἀλλὰ τοῦ γενομένου ἄφρονος διὰ τοὺς ἄφρονας, καὶ τοῦ γενομένου ἀνόμου διὰ τοὺς ἀνόμους, καὶ τοῦ γενομένου ἀσθενοῦς διὰ τοὺς ἀσθενεῖς.

Τοῦ αὐτοῦ. Ἐπειδὴ ψευδομάρτυρες (8) ἔστησαν κατʼ ἐμοῦ, σὺ οἶδας, ὁ Θεὸς, εἴ τινά μοι πεπλημμέληται· οὐ γὰρ ἂν ἐκρύβησάν σοι. Καὶ ἄλλως δέ· Ὅτι τὰς ἡμετέρας ἀνεδέξατο ἀμαρτίας, καὶ γέγονεν ὑπὲρ ἡμῶν κατάρα, καὶ ταύτας, φησὶ, τὰς πλημμελείας, ἃς ὑπὲρ ἀνθρώπων ἀεδεξάμην, σὺ ἔγνως.

Ὅτι ὁ ζῆλος τοῦ οἴκου σου κατέφαγέ με, καὶ οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπʼ ἐμέ, κ. τ. ἑ. Οὗτος ὁ στίχος (9) τέθειται ἐν τοῖς Εὐαγγελίοις ἐπὶ τοῖς ἐκβληθεῖσιν ἐκ τοῦ ἱεροῦ κολλυβισταῖς καὶ τραπεζίταις. Τὸ, « Κατέφαγέ με, ὁ Σύμμαχος, « κατανάλωσεν, » ἐξέδωκεν.

Τοῦ αὐτοῦ. Εἴποι δʼ ἂν ταῦτα (10) καὶ πᾶς ὑπὲρ τοῦ Δημιουργοῦ λέγων πρὸς τοὺς προσκόπτοντας τῇ Προνοίᾳ, ἢ πρὸς τοὺς κακολογοῦντας τὸν κτίσαντα ἑτεροδόξους. Καὶ μάλιστα ὑπὲρ τοῦ Θεοῦ ὀνειδιζόμενος λέγοι ἄν· « Οἱ ὀνειδισμοὶ, » καὶ τὰ ἐξῆς.

Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, κ. τ. ἑ. Τοῦτο οἱ μαθηταὶ (11) ἐμνήσθησαν, ὡς ἐν τῷ κατὰ Ἰωάννην γέγραπται· « Καὶ συνεκάλυψα ἐν νηστείᾳ τὴν ψυχήν μου, καὶ ἐγενήθη εἰς ὀνειδισμοὺς ἐμοὶ, καὶ ἐθέμην τὸ ἔνδυμά μου σάκκον, καὶ ἐγενόμην αὐτοῖς εἰς παραβολήν. »

σοῦ αὐτοῦ. Κάλυμμα τῆς ψυχῆς (12) ἡ νηστεία κρύπτουσα τὰ πάθη αὐτῆς, τουτέστιν ἐπιθυμίαν αἰσχρὰν, καὶ θυμὸν ἄλογον. Ὁ τοίνυν μὴ νηστεύων γεγύμνωται ἀσχημονῶν.

Τοῦ αὐτοῦ. Οὐδὲν, φησὶ, ξένον (13) γέγονεν, ἀλλʼ οἱ ἐν τῇ Παλαιᾷ ὀνειδίσαντες καὶ ὑβρίσαντές σε, Θεὲ Πάτερ, οὗτοι καὶ κατὰ τοῦ Υἱοῦ σου ἐμοῦ ἦλθον.

Καὶ εἰς ἐμέ ἔψαλλον οἱ πίνοντες τὸν οἷνον, κ. τ. ἑ. Οὗτος ὁ οἶνος (14) θυμός ἐστι τῶν δρακόντων.

Σῶσόν με ἀπὸ πηλοῦ, ἵνα μὴ ἐμπαγῶ· ῥυσθείην ἐκ τῶν μισούντων με, καὶ ἐκ τοῦ βάθους τῶν ὑδάτων, κ. τ. ἑ. Σκοπὸς οὐχ ὁ τυχὼν (15) ἀλληγορῆσαι τὰ γεγραμμένα ἐπὶ τοῦ Σωτῆρος ἡμῶν γεγονότα. Οἶμαι δὲ ταῦτα πάντα ἐπὶ τῇ ἐν ᾅδου πορείᾳ λαμβάνεσθαι.

Τοῦ αὐτοῦ. Βάθος ὑδάτων (16) ἐστὶν εἰς ὅ γίνονται [*](17 Isai. I, 19. 18 Joan. II, 17.) [*]((7) Οὐ πάντων, etc. Schedæ Grabii et codex Coislinianus primus.) [*]((8) Ἐπειδὴ ψευδομάρτυρες, etc. Codex Coislinianus secundus.) [*]((9) Οὗτος ὁ στίχος, etc. Codex Coislinianus primus, et schedæ Grabii.) [*]((10) Εἵποι δʼ ἄν ταῦτα, etc. Codex Coislinianus secundus.) [*]((11) Τοῦτο οἱ μαθηταί, etc. Idem.) οἱ μὴ γενναίως τὰ πειρατήρια φέροντες· ἀφʼ οὖ Θεὸς μόνος ῥύεται τοὺς δυναμένους εἰπεῖν· « Ἐκ βαθέων ἐκέκραξα πρὸς σὲ, Κύριε. » — « Ἐκ τοῦ βάθους (16) δὲ τῶν ὑδάτων »γράφεται, καὶ οὐχὶ, ἐκ τῶν βαθέων τῶν ὑδάτων.

Μηδὲ συσχέτω ἐπʼ ἐμοῦ φρέαρ τὸ στόμα αὐτοῦ, κ. τ. ἑ. Ἐνταῦθα φύσιν (17) τινὰ λογικὴν καταχθόνιον εἴρηκε φρέαρ, ἐν ᾧ πολλαὶ τῶν ψυχῶν ἐμπεπτώκασιν.

Σὺ γὰρ γινώσκεις τόν ὀνειδισμόν μου, καὶ τὴν αἰσχύνην μου, καὶ τὴν ἐντροπήν μου, κ. τ. ἑ. Ἄξιος τῆς περὶ Θεοῦ (18) γνώσεὼς ἐστιν ὁ Χριστοῦ ὀνειδισμὸς, ὅν ὠνειδίζετο διὰ δικαιοσύνην. Οὕτω καὶ ὁ δίκαιος ὀνειδίζοιτο.

Τοῦ αὐτοῦ. Αἰσχύνεται δὲ ἐφʼ ἡμῖν (19) ὁ ἀρχιερεὺς ἡμῶν, ὅς ἐστι Χριστὸς ὁ διεληλυθὼς τοὺς οὐρανόὺς, ὀνειδιζόμενος ὑπὸ τῶν ἐναντίων πνευμάτων.