Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Καὶ ὑπέμεινα συλλυπούμενον, κοὶ οὐχ ὑπῆρξε, καὶ παρακαλοῦντα, καὶ οὐχ εὗρον, κ. τ. ἑ. Οὐκ εἴρηται (20) συλλυπούμενόν μοι, ἀλλὰ « συλλυπούμενον, » τὸν κλαίοντα μετὰ κλαιόντων· οὐδὲ παρακαλοῦντά με, ἀλλὰ παρακαλοῦντα τὸν δυνάμενον εἰπεῖν· « Παρακαλοῦμεν τοὺς ἐν θλίψει. » Ἤ τάχα συλλυπεῖται Χριστῷ καὶ παρακαλεῖ αὐτὸν ὁ ἐνὶ τῶν ἐν τῇ Ἐκκλησίᾳ ταῦτα ποιῶν, ὡς καὶ ἐπὶ τοῦε Ἐπείνασα » λέγεται.

Καὶ ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισὰν με ὄξος, κ. τ. ἑ. Ταῦτα πάντα (21) γέγονε κατὰ τὸν καιρὸν τοῦ σταυροῦ. Τοῦ αὐτοῦ. Οἶνος τραπεὶς (22) γεννᾷ ὄξος, καὶ ἀρετὴ φθαρεῖσα τίκτει κακίαν.

Γενηθήτω ἡ τράπεζα αὐτῶν ἐνώπιον αὐτῶν εἰς παγίδα, καὶ εἰς ἀνταποδόσεις, καὶ εἰς σκἁνδαλον, κ. τ. ἑ. Τράπεζα τῶν Ἰουδαίων (23) ἐστὶν ἡ παλαιὰ Διαθήκη, ἐν ἢ σκανδαλίζονται, τὰ περὶ Χριστοῦ μὴ νοοῦντες. Αὕτη γὰρ κηρύσσει Χριστὸν ἐσταυρωμένον, Ἰουδαίοις μὲν σκάνδαλον, ἕθνεσι δὲ μωρίαν.

Τοῦ αὐτοῦ. Μήποτε τράπεζα (24) ἀφʼ ἧς ἡ λογικὴ τροφὴ τοῦ λαοῦ ἦν, ὁ νόμος καὶ οἱ προφῆται. Αὕτη ἡ τράπεζα, μὴ νοουμένης τῆς Γραφῆς, γεγένηται τοῖς Ἰουδαίοις εἰς παγίδα καὶ εἰς ἀνταπόδοσιν, καὶ εἰς σκάνδαλον. Οὐ πᾶσι δὲ τοιαύτη ἡ τράπεζα δύνατα λέγεσθαι. Ὁ Κύριος σοφία τυγχάνει ὁ λέγων· «Δεῦτε, φάγετε τὸν ἐμὸν ἄρτον· » καὶ ὁ ἄρτος ζωῆς ὁ ἐξ οὐρανοῦ καταβὰς, οὗ ἡ σὰρξ ἀληθής ἐστι βρῶσις, καὶ τὸ αἷμα ἀληθής ἐστι πόσις.

Γενηθήτω ἡ ἔπαυλις αὐτῶν ἠρημωμένη, καὶ ἐν τοῖς σκηνώμασιν αὐτῶν μὴ ἔστω ὁ κατοικῶν, κ. τ. ἑ. Δυνατὸν ταῦτα (25) περὶ τοῦ ναοῦ τῶν Ἰου· δαίων ἐκλαμβάνειν καὶ περὶ τῆς πόλεως αὐτῶν προφητευόμενα.

[*](19 Psal. CXXIX, 1. 20 II Cor. I, 4. Matth. XXV, 42. 22 I Cor. I, 23. Prov. IX, 5.)[*]((21) Ταῦτα πάντα, etc. Idem.)[*](22) Οἶνος τραπείς, etc. Coislinianus primus.)[*](23) Τράπεζα τῶν Ἰουδαίων, etc. Idem.)[*]((24) Μήποτε τράπεζα, etc. Codex Coislinianus secundus.)[*]((25) Δυνατὸν ταῦτα, etc. Coislinianus primus.)
1517

Τοῦ αὐτοῦ. Ἠρημώθη (26) μετὰ τὸν σταυρὸν ἡ ἔπαυλις αὐτῶν, ὁ ναὸς καὶ Ἰερουσαλήμ.

Πρόσθες ἀνομίαν ἐπὶ τὴν ἀνομίαν αὐτῶν, καὶ μὴ εἰσελθέτωσαν ἐν δικαιοσύνῃ σου, κ. τ. ἑ. Ὅτε οἱ ἀνόμως (27) ἁμαρτήσαντες ἀνόμως ἀπολοῦνται, προστίθεται τῇ τῶν ἁμαρτησάντων ἀνομίᾳ ἡ κατὰ τὴν ἀνομίαν αὐτῶν κόλασις. « ῟ῼ γὰρ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν. »

Τοῦ αὐτοῦ. Πῶς γὰρ δύνανται (28) εἰσελθεῖν εἰς τὴν δικαιοσύνην ἐσκοτισμένοι τοὺς ὀφθαλμούς;

Ἐξαλειφθήτωσαν ἐκ βίβλου ζώντων, καὶ μετὰ δικαίων μὴ γραφήτωσαν, κ. τ. ἑ. Βίβλος ζώντων (29) ἡ γνῶσις ἡ τοῦ Θεοῦ, ἐξ ἧς ἐκπίπτουσιν οἱ ἀκαθάρτους ἔχοντες τὰς καρδίας· « Μακάριοι γὰρ, φησὶν, οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὅψονται. » Τὸ δὲ δεῖν Θεὸν, τὸ γνώσεως τῆς αὐτοῦ ἐστι καταξιωθῆναι.

Τοῦ αὐτοῦ. Ἅδικος μετὰ (30) δικαίου γράφεται, ἐὰν ἀπόσχηται τοῦ εἶναι ἄδικος.

Ἀρέσει τῷ Θεῷ ὑπέρ μόσχον νέον κέρατα ἐκφέροντα καὶ ὁπλὰς, κ. τ. ἑ. Τουτέστιν ὑπὲρ (31) τὴν ἄλογθν καὶ αἰσθητὸν θυσίαν.

Ὅτι εἰσήκουσετῶν πενήτων ὁ Κύριος, καὶ τοὺς πεπεδημένους αὐτοῦ οὐκ ἐξουδένωσεν, κ. τ. ἑ. Γενώμεθα πένητες (32), ἵνʼ ὁ Κύριος ἡμῶν ἐπακούσῃ.

Αένεσάτωσαν αὐτὸν οἱ οὐρανοὶ καὶ ἡ γῆ, θάλασσα καὶ πάντα τὰ ἔρποντα ἐν αὐτοῖς, κ. τ. ἑ. Τοὺς ἐπουρανίους (33) καὶ ἐπιγείους λέγει ἐνταῦθα ὁμωνύμως τοῖς αὐτῶν κόσμοις. Τοιοῦτόν ἐστι καὶ τό· « Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ. »

Τοῦ αὐτοῦ. Ἆρα τὰ ἑρπυστικὰ (34) ζῶα αἰνέσει, σωζομένης τῆς Σιὼν καὶ οἰκοδομουμένης τῆς Ἰουδαίας; Εἰ δὲ τὰ ἕρποντα νοητῶς ῥητέον, καὶ τὰ οἰκοδομούμενα δηλονότι νοητῶς ἐκληφθήτωσαν.

Ὄτι ὁ Θεὸς σώσει τὴν Σιὼν, καὶ οἰκοδομηθήσονται αἱ πόλεις τῆς Ἰουδαίας, κ. τ. ἑ. Ψυχὰς λογικὰς (35) λέγει πόλεις τῆς Ἰουδαίας.

Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου, κ. τ. ἑ. Οἱ ἀόρατοι (36) ἡμῶν πολέμιοι ζητοῦσι τὴν ψυχὴν, ὑποχείριον θέλοντεσ λαβεῖν πρὸς κακίαν αὐτὴν προτρεπόμενοι.

Ὅτι Χριστὸς λέγει (37) τὰ ἐν τῷ ψαλμῷ, δῆλον. Εὕχεται τόπον αὐτῷ ὀχυρὸν εἶναι, τὸν Θεόν. Ὁ λέγων· [*](24 Matth. v, 2. ipid. v, 8. » Psal. xviii, 2.) [*]((26) Ἠρημώθη, ete. Codex Coislinianus secundus.) [*]((27) Ὄτε οἱ ἀνόμως, etc. Codex Coislinianus pri- prus.) [*]((28) Πῶς γὰρ δύνανται, etc. Idem.) [*]((29) Βίβλος ζώντων, etc. Idem.) [*]((30) Ἄδικος μετά, etc. Idem.) [*]((31) Τουτέστιν ὑπέρ, etc. Idem.) [*]((32) Γενώμεθα πένητες, etc. Idem,)

1520
« Ἐγὼ ἐν τῷ Πατρὶ, » φησὶ καὶ τό « Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· » τὸ μὲν, εἰς ἅμα γενέσει μόνος συνῃσθημένος Θεοῦ, καὶ ἐπερεισάμενος αὐτῷ· τὸ δὲ, διὰ τὴν ἐπὶ τῇ προσκυνήσει τῶν μάγων ἐπιβουλὴν εἰς Χριστὸν, Ἡρώδου μηδὲν παθόντα τῷ ἐσκεπάσθαι ὑπὸ Θεοῦ ὅτε τὰ ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνῃρεῖτο παιδία ἐν ὁρίοις Βηθλεέμ. Τίς δὲ καὶ « ὁ προσθεὶς ἐπὶ πᾶσαν τὴν αἴνεσιν » τοῦ Θεοῦ τὴν ἐν νόμῳ καὶ προφήταις ἢ ὁ Υἱός; Οὗτος δὲ, ταλανίζων γραμματεῖς, οὐκ ἔγνω τὰς γραμματείας αὐτῶν. Καὶ γὰρ οἶδε τὸ ἀποκτεῖνον γράμμα διδάσκειν τὰ τοῦ ζωοποιοῦντος Πνεύματος. Οὗτος δὲ, ἐκ νεκρῶν ἀναστὰς. οὗτος καὶ ἀπαγγείλας βραχίονα τοῦ Θεοῦ τῇ γενεᾷ πάσῃ, φησὶ τῷ Πατρί· « Ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. »

Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ἐὰν ἐν ταῖς θλίψεσιν (38) ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· « Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. »

Ὁ Θεός μου, ῥῦσαί με ἐκ χερὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. Τὸν Σατανᾶν λέγει (39) ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ.

Ἐπὶ σὲ ἐπεστηρέχθην ἀπὸ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς, κ. τ. ἑ. Ὁ εἰδὼς (40) ἀπὸ γαστρὸς μόνος ἐπιστηρίζεσθαι Θεἰ Ἰησοῦς ταῦτά φησι. Σκεπαστὴς δὲ αὐτοῦ ἐγένετο ὅτι οἱ μάγοι ἐχρηματίσθησαν διʼ ἄλλης ὁδοῦ ἀναχωρῆσαι εἰς τὴν χώραν αὐτῶν, καὶ Ἰωσὴφ, παραλαβὼν τὸ παιδίον ἅμα τῇ μητρὶ αὐτοῦ, εἰς Αἴγυπτον κελευσθεὶς ἀπῆλθεν, ἵνα μὴ ἀναιρεθῇ μετὰ τῶν παίδων ὁ Ἰησοῦς.