Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποτήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύρος ὅνομα αὐτῷ, κ. τ. ἑ. Ψάλλει τῷ τοῦ Θεοῦ (79) ὀνόματι ὁ διὰ τὸ ὄνομα αὐτοῦ. Εἰ καὶ τῆς ἡμετέρας δὲ πτωχείας ἐπέβη, καὶ τὴν οἰκείαν συνεσκίασε δόξαν, ὡς ἐκ δυσμῶν ἀνατέλλων, ἀλλʼ οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γεγονὼς, οὐκ ἀπέβαλε τὸ εἷναι Κύριος ὁ Θεός.

Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρωανός ἐστιν (80) ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. « Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. » Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· « Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. » Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλειι κατοικίζεσθαι ἐπαγγέλλεται. Οἷδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν. Ἐν τόπῳ οὖν ἁγίῶ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐτοῦ ἐπιτηδεύμασιν. « Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας [*]((75) Ταῖς παραβολαῖς, etc. Catena Corderii.) [*]((76) Οὐ πῦρ ὡς ἄγγελοι, etc. Codex Coisllinianus secundns.) [*]((77) Τοῦτον τὸν καπν etc. Coislimanus pri-)

1508
ἐν τάφοις. » Ὥσπερ τοὺς πεπεδημένους ἐξάγει ἐν ἀνδρείᾳ. οὕτως καὶ τοὺς ἀδίκους ἐξάγει ἐν δικαιοσύνῃ, καὶ τοὺς ἄφρονας ἐν φρονήσει.

Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. Δοκεῖ μὲν ἁρμόζειν (81) ταῦτα τοῖς κατὰ τὴν ἔρημον, ἀεὶ δὲ γίνεται. Ὅπου μὲν ἕστηκεν, ὅπου δὲ διαβαίνει. Εἱστήκει μὲν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, διαβαίνει δὲ ἐν τῇ ἐρήμῳ. «Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, » τουτέστι τοῦ ἐν τῷ Σινᾷ φανέντος.

Βροχὴν ἐκούσιον ἀφορεῖς, ὁ Θεὸς, τῇ κληρονομίμ σου, κ. τ. ἑ. Ὁ μὴ τυχὼν (82) τῆς ἐκουσίου βροχῆς ἐν ἀβροχίᾳ ἐστί. Βροχὴ δὲ ἑκούσιός ἐστιν ὁ Χριστὸς ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς, ὡς φησιν· « Ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν. »

Τὰ ζῶά σου κατοικοῦσιν ἐν αὐτῇ. Ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ, κ. τ. ἑ. Ζῶα τὰ χερουβὶμ (83) καὶ τὰ σεραφὶμ κατοικοῦσιν ἐν τῇ κληρονομίᾳ τοῦ Θεοῦ, περὶ ὧν, οἶμαι, εἴρηται τὸ, « Ἐν μέσῳ δύο ζώων γνωσθήσῃ. »

Τοῦ αὐτοῦ. Ζῶα λέγει (84) φύσεις λογικὰς, ἀλογωτέρας οὕσης καταστάσεως.

Ἐὰν κοιμηθῆτε ἀναμέσον τῶν κλήρων, πτέρυγες περιστςπᾶς περιηργυρωμέναι, καὶ τα μετάρενα αὐτῆς ἐν χλωρότητι χρυσίου, κ. τ. ἑ. Τοὺς κλήρους (85) καὶ τὰς πτέρυγας οἱ μὲν εἰρήκασι Παλαιὰν καὶ Καινὴν Διαθήκην· οἱ δὲ πρᾶξιν καὶ θεωρίαν· ἄλλοι δὲ γνῶσιν σωμάτων καὶ ἀσωμάτων· ἕτεροι δὲ γνῶσιν Θεοῦ, καὶ τοῦ ἀποσταλέντος ὑπʼ αὐτοῦ Χριστοῦ.

Ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπʼ αὐτῆς, κ. τ. ἑ. Βασιλεῖς εἰσιν (86) ἤτοι οἱ ὑποτάξαντες τὰ πάθη, ἢ οἱ τῆς θεωρίας τῶν γεγονότων τετυχηκότες. Λέγονται δὲ βασιλεῖαι καὶ αὐτὰ τὰ χαρίσματα τοῦ Πνεύματος τοῦ ἁγίου, καθʼ ἃ βασιλεύειν λέγονται οἱ μέτοχοι αὐτῶν.

Τὸ ἅρμα τοῦ Θεοῦ μυριοπλάσιον, κ. τ. ἑ. Ἅρμα Θεοῦ (87) ψυχαὶ καθαραὶ, ἐφʼ ἃς ἐπιβαίνει· « Ἐπέβη » γὰρ « ἐπὶ χερουβὶμ. καὶ ἐπετάσθη. »

Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτενσας σἱχμα. ἶωσίαν· ἔλαβες δόματα ἐν ἀνθρώπῳ, κ. τ. ἑ. Αἰγμαλωτία ἐστὶ Χριστοῦ (88), φύσεως λογικῆς ἀπὸ κακία, καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιν ἐπάνοδος. Καὶ ἄλλως ὁ Παῦλός φησι περὶ τοῦ Χριστοῦ· « Ἀναβὰς εἰς ὕψος, ᾐχμαλώτευσεν αἰχμαλωσίαν· καὶ ἔδωκε δόματα τοῖς ἀνθρώποις· » δόματα λέγων τὰ χαρίσματα τοῦ ἁγίου Πνεύματος. Οὕτω τὴν κατάβασιν τοῦ Σωτῆρος δείξας καὶ τὴν τῶν δαιμονίων κατάλυσιν, δείκνυσιν αὐτὸν ἀνιόντα καὶ τοὺς πρὶν αἰχμαλώτους ἐλευθερώσαντα. Ἤ καὶ ὕψος τὸ τοῦ σταυροῦ λέγει, ἐν ᾦ ἀναβὰς καὶ τοὺς ἐν ἀέρι δαίμονας τὰ πνεύματα τῆς πονηρίας [*](11 Ephes. IV, 8.) [*]((85) Τοὺς κλήρους, etc. Idem.) [*]((86) Βασιλεῖς εἰσιν, etc. Idem.) [*]((87) Ἅρμα Θεοῦ, ec. Item.) [*]((88) Λἰχμαλωσία ἐστὶ Χριστοῦ, ete. Sel.dæ Grabii, partimque codex Coislinianus primus.)

1509
ἀφʼ ἦς εἶχον ὑπερηφανίας κατασπάσας, τὰς ὑπʼ αὐτῶν αἰχμαλωτισθείσας ψυχὰς διὰ τῶν πονηρῶν πράξεων, καὶ ἀπὸ Θεοῦ ἀποστάσας, καθάπερ τινὰ αἰχμαλωσίαν ἀπὸ τῶν τοῦ ᾅδου κευθμώνων ἀνελκύσας ἠλευθέρωσεν.

Πλὴν ὁ Θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ, κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις κὐτῶν, κ. τ. ἑ. Κεφαλαὶ ἐχθρῶν (89) οἱ ἅρχοντες, ἢ τὰ ἡγεμονικά. Οἱ ἐχθροὶ οὗτοι, οἱ ὄντες ἐκ τοῦ πλημμελεῖν, διαπορεύονται ἐν πλημμελείαις αὐτῶν. Ἤ ἐχθρῶν κεφαλαὶ τὰ πρώτως ἐκ τῶν δαιμόνων ἐπισυμβαίνοντα νοήματα τῇ ψυχῇ.

Εἶπε Κόριος· Ἐκ Βασὰν ἐπιστρέψω, ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης, ὅπως ἄν βαφῇ ὁ ποῦς σου ἐν αἵματι, κ. τ. ἑ. Βασὰν ἑρμηνεύεται (09) αἰσχύνη, ἢν διʼ ἡμᾶς κατέβη ὁ Κύριος, αἰσχύνης καταφρονήσας. Βάπτεται δὲ καὶ ὁ ποῦς αὐτοῦ αἵματι τῷ ἐκ τῆς ἑκάστου κεφαλῆς τῶν ἐχθρῶν ἀποῤῥέοντι. « Κατεπάτησα » γὰρ « αὐτοὺς, » φησὶν Ἡσαῒας, « ἐν θυμῷ μου. »

Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ Θεὸς, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (91) ἐθεωρήθησαν αἱ πορεῖαι τοὺ Θεοῦ ὑπὸ τῶν κεκοσμημένων λόγῳ γνώσεως.

Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν τὸν Κύρρον ἐκ πηγῶν Ἰσραήλ, κ. τ. ἑ. Οὐ ταυτόν ἐστιν (92) ἐπὶ τῶν ἔξω τῆς Ἐκκλησίας Θεῷ εὐλογεῖν τῷ ἐν Ἐκκλησίᾳ τοῦτο ποιεῖν. Καὶ ἀπὸ μὲν τῶν πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεὸν ὁ κατὰ τὸν ἐν ταῖς Γραφαῖς θησαυρὸν τῆς σοφίας τοῦ Θεοῦ εὐλογῶν· ὁ δὲ μὴ κατὰ τοῦτο οὐκ ἐκ πηγῶν Ἰσραὴλ εὐλογεῖ τὸν Θεόν.

Ἐκεῖ Βενιαμὶν νεώτερος, κ. τ. ἑ. Περὶ Παύλου (93), φασὶ, τοῦτο προφητεύει.

Ἀπὸ τοῦ ναοῦ σου ἐπὶ Ἱερουσαλήμ σοι οἵσουσι βασιλεῖς δῶρα, κ. τ. ἑ. Ὁ Παῦλος (94) οὐ μόνον αὐτὸς ἑαυτὸν προσῆγε Θεῷ. ἀλλὰ γὰρ καὶ ἄλλους διὰ τῆς διδασκαλίας προσέφερε τῷ Θεῷ.

Τοῦ ἐγκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ, κ. τ. ἑ. Τοῦ χωρισθῆναι (95) τοὺς δεδοκιμασμένους ὡς ἀργύριον.

Ἥξουσι πρέσβεις ἐξ Αἰγύπτου, Αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ Θεῷ, κ. τ. ἑ. Τὴν μὲν (96) διάθεσιν τῆς κακίας διὰ τῶν Αἰγυπτίων ᾐνίξατο· τὴν δὲ ἔξιν διὰ τῶν Αἰθιόπων δεδήλωκεν.

Ψάλατε τῷ Θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολὰς, κ. τ. ἑ. Πρότερον μὲν (97) « ὡδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν· » νῦν δὲ « ψάλατε τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ » ὑρανοῦ κατὰ ἀνατολάς.» Ὁ γὰρ « καταβάς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν ἵνα πληρώσῃ τὰ πάντα.»

Δότε δόξαν τῷ Θεῷ, ἐπὶ τὸν Ἰσραήλ ἡ μεγαλοπρέπεια [*](12 Isa. LXIII, 3. 13 Ephes. IV, 10.) [*]((89) Κεφαλαὶ ἐχθερῶν, ete. Codex Coislinianus secundus.) [*]((90) Βασὰν ἑρμηνεύεται, etc. Idem.) [*]((91) Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ, etc. Idem.) [*]((92) Οὐ ταυτόν ἐστι, etc. Idem.)

1512
αὐτοῦ, καὶ δύναμις αὐτοῦ ἐν τεφέλαις, κ. τ. ἑ. Νεφέλας λέγει (98) νῦν ἁγίας δυνάμτις. « Ἐντελοῦμαι γὰρ, φησὶ, ταῖς νεφέλαις τοῦ μὴ βρέξαι ἐπʼ αὐτοὺς ὑετόν. » Καὶ ἔσται « λιμὸς, οὐ λιμὸς ἄρτου, οὐδὲ δίψα ὕδατος, ἀλλὰ λιμὸς τοῦ ἀκοῦσαι λόγον Κυρίου. » Οἶμαι δὲ αὐτὸν νεφέλας λέγειν τοὺς ἀγγέλους. Αὐτοὶ γάρ εἰσιν οἱ διδάσκοντες ἡμᾶς.