Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁλοκαυτώματα μεμυαλωμένα, κ. τ. ἑ. Εἰ εὐχὴ (62), « τὸ ὁλοκαύτωμά σου πιανάτω· » ἀκολούθως αὐτῇ ἐροῦμεν τὸ, « ὁλοκαυτώματα μεμυαλωμένα· » ὃ τυγχάνει, ὅτε μὴ ἄλλου τυγχάνει, ἀλλὰ τῷ Θεῷ ἀναφέρεται καθʼ ὄν τρόπον δεῖ τὸ θυμίαμα ἐνώπιον αὐτοῦ. Καὶ μετὰ κριῶν δὲ ἡ προσευχὴ γίνεται ἤτοι ἡ προσφορά. Εἰσὶ δὲ κριοὶ κινήσεις καὶ ὀρμαὶ, ἀπὸ τοῦ θυμικοῦ τῆς ψυχῆς τὴν ἀρχὴν ἔχουσαι. Μετὰ δὲ τῶν εἰρημένων καὶ βόας, φησὶ, μετὰ χιμάρων ἀνοίσιο· ἱερουργοῦντος τάχα γοῦν τοῦ προσάγοντος θυσίαν ζῶσαν τῷ Θοῷ τὸ ἴδιον σῶμα. Ἀναλογεῖ γὰρ τῷ σώματι γεωπόνον ὑπάρχον τὸ ζῶον, ἔχον τὴν πλάσιν ἐκ γῆς. Χίμαροι δὲ μετανοίας ἔργα· περὶ γὰρ ἁμαρτίας προσεφέροντο.

Τοῦ αὐτοῦ. Πᾶς ὁ ἔχων (63) τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ.

Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. Οὐκ ἀρχαίων (64) διηγημάτων ποιεῖται μνήμην, ἀλλʼ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ. Διδάσκει δὲ οὐ κατὰ, φησὶ, τὸ γράμμα τὸ νομικὸν, ἀλλʼ ὡς Νέας Διαθήκης κήρυξ, τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἀπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς.

Τοῦ αὐτοῦ. Μόνοι οἱ (65) φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματιῶν.

Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ. Τὸ μὴ θεωρεῖν (66) ἀδικίαν ἐν τῇ καρδίᾳ σύμφωνον τῷ, [*](99 Cant. V, 13. 1 Ezech. XX I, 18.) [*]((59) Σαφῶς τοῦτο, etc. Calena Corderii.) [*]((60) Διὰ γὰρ πολλῶν θλίψεων, etc. Eadcm,) [*]((61) Ἅ ηὐξάμην, ete. Eadem.) [*]((62) Εἰ εὐνή, e. c. Eadem.)

1504
« Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, » καθὰ Παῦλος ὁ μέγας φησί· τῷ δύνασθαι τὸν Θεὸν ὁρᾷν ἅπερ ἡμεῖς οὐχ ὁρῶμεν. Ὅμοιον καὶ τὸ, « Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. »

θοῦ αὐτοῦ. Οὐκ εἷπεν (67), « Εἰ ἐθεώρησα, » ἀλλʼ « Εἰ ἐθεώρουν. » Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρονιώτερον.

Εὐλογητὸς ὁ θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ, κ. τ. ἑ. Τοῦ μὴ καθαρὰν (68) ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν2 παρὰ Θεοῦ.

Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Προκηρύττει (69) τοῦ Θεοῦ Λόγου τὴν ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἀπάντων τὴν σωτηρίαν· ὅθεν « εἰς τὸ τέλος » ἐπιγέγραπται. Καὶ ἐπεὶ μὴ ἀνθρώπινα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις ἢ ἐπαίνοις, ἀλλʼ « ἐν ὕμνοις » ἐπιγέγραπται ὁ ψαλμός. Θεῖος οὖν ὁ ὕμνος τυγχάνων, τῷ δὲ καὶ πράξεις δηλοῦν τοῦ Σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην, ἐν ξϚ΄ τέτακται ἀριθμῷ, τελείῳ τυγχάνοντι καὶ ἐν μονάσι καὶ ἐν δεκάσι.

Τοῦ γνῶναι ἐν τῇ γῇ τὴν ὀδόν σου, κ. τ. ἑ. Ἐν τῇ γῇ (70) ὄντες ἔγνωμεν τὴν ὁδὸν τὴν εἰποῦσαν· « Ἐγώ εἰμι ἡ ὀδός. »

Καὶ ἔνη ἐν τῇ γῇ ὁδηγήσεις, κ. τ. ἑ. Ὁδηγεἴ ἠμᾶς (71) διὰ τῆς πρακτικῆς καὶ τῶν ἀληθῶν δογμάτων.