Selecta in Psalmos [Dub.]
Origen
Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.
Γῆ ἔδωκε τὸν καρπὸν αὐτῆς, κ. τ. ἑ. Ὅσοι γήινοι (72) ὄντες ἐγένοντο ἐπουράνιοι, δηλονότι διὰ μετανοίας. « Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστι χαρὰ, ἀγάπη, εἰρήνη, μακροθυμία, » καὶ τὰ ἐξῆς. Ὥσκπερ δὶς τὰ ἔθνη πρὸς ὑμνῳδίαν διήγειρεν, οὕτω δὶς αὐτοῖς τὴν εὐλογίαν ἐξῄτησεν. Οἱ εὐλογοῦντες δὲ τὸν Θεὸν λόγους αὐτῷ προσφέρουσι μόνους, ἔργῳ δὲ αὐτὸν εὐεργετῆσαι οὐ δύνανται· ὁ δὲ Θεὸς εὐλογῶν θεβαιοἴ τοὺς λόγους τῷ ἔργῳ, καὶ παντοδαπῶν καρπῶν ἀγαθῶν παρέχει τοῖς εὐλογουμένοις φοράν· εἶτα διδάσκει πῶς δυνατὸν τῆς θείας εὐλογίας τυχεῖν.
Ἀναστήτω ὁ Θεὸς, κ. τ. ἑ. Ὁ Μωυσῆς φησιν (73)· « Ἐξεγέρθητι, Κύριε, διασκορπισθήτωσαν οἱ ἐχθροί σου, καὶ φυγέτωσαν οἱ μισοῦντές σε. »
Καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσὠπου αὐτοῦ, κ. τ. ἑ. Μισοῦσι τὸν κτίσαντα (74) οἱ κακολογοῦντες τὴν Πρόνοιαν, ἢ τὰς παλαιὰς Γραφὰς, ἀλλὰ καὶ τὰ ἐχθρὰ τῇ ἀγάπῃ πράττοντες. « Ὁ [*](2 I Cor. IV, 4. 3 Psal. XVIII, 17. ⁴ Joan. XIV, 6. Galat. V, 22. 6 Num. X, 35. 7 Joan. IV, 16.) [*]((72) ὅσοι γήϊνοι, etc. Eædem.) [*]((73) Ὁ Μωὕσῆς φησιν, cte. Codex Coi Coislinianus primus.) [*]((74) Μισοῦσι τὸν κττίσαντα, etc. Coislinianus secundus.)
Ὡς ἐκλείπει καπνὸς, κ. τ. ἑ. Ταῖς παραβολαῖς (75) ἐψφαντικωτέραν τῶν ἐναντίων τὴν ἀπώλειαν ἐργάσασθαι βουλόμενος, ἐμνημόνευσε καὶ καπνοῦ καὶ κηροῦ· αὕτη γὰρ ἡ κηροῦ φύσις πυρὶ πλησιάζοντος τήκεσθαι καὶ ἀπόλλυσθαι. Οὕτως οὖν, φησὶν, ἅπαντας αὐτοὺς ἀναλώσεις, ὥσπερ τὸ πῦρ τὸν κηρόν.
Τοῦ αὐτοῦ. Οὐ πῦρ ὡς ἄγγελοι (76), οὐδὲ φῶς ὡς οἱ δίκαιοι, ἀλλʼ ὡς καπνός εἰσιν οἱ μισοῦντες, καπνὸς ὁ βλαβερὸς ὄμμασιν. ι Ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρὸς, » καὶ τὰ ἐξῆς. Ὥσπερ σῖτος μὲν οἱ δίκαιοι, ἄχυρον δὲ οἱ ἄδικοι· οὕτω μέλι μὲν οἱ σοφοὶ, κηρὸς δὲ οἱ ἑτερόδοξοι, ὅς καὶ τήκεται ὑπὸ τοῦ ἐν τῷ δικαίῳ πυρὸς καθαιροῦντος τὸ σύστημα τῶν ἐναντίων τῷ ἀληθεῖ λόγῳ. Τὸ δὲ πῦρ τοῦτο ὁ Θεός ἐστι· τὸ δὲ αὐτὸ πρόσωπον τοῦ Θεοῦ τήκει μὲν ἁμαρτωλοὺς, δικαίους δὲ εὐφραίνει.
Τοῦ αὐτοῦ. Τοῦτον τὸν καπνὸν (77) ἀποδιώκει τὸ πῦρ ἧλθεν ὁ Κύριος βαλεῖν ἐπὶ τὴν γῆν.
Καὶ οἱ δίκαιιοι εὐφρανθήτωσαν, ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ Θεοῦ, τερφθήτωσαν ἐν εὐφροσύνῃ, κ. τ. ἑ. Ἡ τῶν δικαίων (78) ἐνώπιον τοῦ Θεοῦ ἀγαλλίασις, χαρά τις οὗσα, καρπός ἐστι τοῦ πνεύματος· καρπὸς γάρ ἐστι τοῦ πνεύματος χαρὰ, εἰρήνη. Εὐφροσύνη δὲ, ἡ διαχέουσα τῆς ψυχῆς τὸ φρονοῦν, εὐπάθεια.
ᾌσατε τῷ Θεῷ, ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὁδοποτήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, Κύρος ὅνομα αὐτῷ, κ. τ. ἑ. Ψάλλει τῷ τοῦ Θεοῦ (79) ὀνόματι ὁ διὰ τὸ ὄνομα αὐτοῦ. Εἰ καὶ τῆς ἡμετέρας δὲ πτωχείας ἐπέβη, καὶ τὴν οἰκείαν συνεσκίασε δόξαν, ὡς ἐκ δυσμῶν ἀνατέλλων, ἀλλʼ οὖν Κύριος ὄνομα αὐτῷ. Καὶ γὰρ ἄνθρωπος γεγονὼς, οὐκ ἀπέβαλε τὸ εἷναι Κύριος ὁ Θεός.
Ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν, κ. τ. ἑ. Ὀρωανός ἐστιν (80) ὁ στερηθεὶς διὰ κακίαν τοῦ ἐπουρανίου Πατρὸς, ἣν αὐτὸς ἑκὼν ἐπεσπάσατο. « Ὁ Θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ. » Τόπος Θεοῦ ψυχὴ καθαρά· διὸ καὶ ἐπιφέρει· « Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ. » Μονοτρόπους φησὶ τοὺς αὐτῷ καὶ μόνῳ ἀναθέντας τὴν ἰδίαν ζωὴν, πάσης διχοψυχίας καὶ κοσμικῆς ἐπιθυμίας αὐτὴν ἀλλοτριώσαντας. Τούτους δὴ οὖν καὶ ἐν τῷ οἴκῳ αὐτοῦ, τουτέστι τῇ ἐπουρανίῳ πόλειι κατοικίζεσθαι ἐπαγγέλλεται. Οἷδε δὲ ἡ Γραφὴ καὶ τὰ ἐπιτηδεύματα τόπον καλεῖν. Ἐν τόπῳ οὖν ἁγίῶ, οἱονεὶ ἐν τοῖς ἐξῃρημένοις καὶ ἁγνοτάτοις αὐτοῦ ἐπιτηδεύμασιν. « Ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ· ὁμίως τοὺς παραπικραίνοντας, τοὺς κατοικοῦντας [*]((75) Ταῖς παραβολαῖς, etc. Catena Corderii.) [*]((76) Οὐ πῦρ ὡς ἄγγελοι, etc. Codex Coisllinianus secundns.) [*]((77) Τοῦτον τὸν καπν etc. Coislimanus pri-)
Ὁ Θεὸς, ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου, ἐν τῷ διαβαίνειν σε τὴν ἔρημον, κ. τ. ἑ. Δοκεῖ μὲν ἁρμόζειν (81) ταῦτα τοῖς κατὰ τὴν ἔρημον, ἀεὶ δὲ γίνεται. Ὅπου μὲν ἕστηκεν, ὅπου δὲ διαβαίνει. Εἱστήκει μὲν ἐν τόπῳ ἁγίῳ αὐτοῦ, διαβαίνει δὲ ἐν τῇ ἐρήμῳ. «Γῆ ἐσείσθη, καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ Θεοῦ τοῦ Σινᾶ, » τουτέστι τοῦ ἐν τῷ Σινᾷ φανέντος.