Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὁ μεταστρέφων τὴν θάλασσαν, κ. τ. ἑ. Πρῶτον διὰ (52) Μωϋσέως θάλασσα ξηραίνεται· εἶτα διὰ Ἰησοῦ ἐν ποταμῷ διελεύσονται ποδί.

Τοῦ αὐτοῦ. Οὐκ εἶπε (53) « μεταστρέψας, » ἀλλὰ « μεταστῤέφων· » κατὰ μὲν γὰρ τὴν ἐσπορίαν ἐπὶ τὰν Ἰουδαίαν ἅπαξ ἐγένετο· κατὰ δὲ διάνοιαν ἀεὶ τοῦτο συμβαίνει, ψυχὰς τεταραγμένας ὑπὸ τῶν ἁλμυρῶν τοῦ βίου κυμάτων καὶ περιφερομένας παντὶ ἀνέμῳ, τῇ διδασκαλίᾳ ἐπʼ ἀρετὴν καὶ γνῶσιν μεταφέροντος Θεοῦ. Ὁ Σύμμαχος οὕτως· « Μετέβαλε τὴν θάλασσαν εἰς ξηρὰν, ποταμὸν διέβησαν ποδί. »

Ἐκεῖ εὐφρανθησόμεθα ἐν αὐτῷ, κ. τ. ἑ.« Ἐκεῖ, δηλονότι (54) ἐν ποταμῷ, ἔνθα εὐφρανθησόμεθα ἐπὶ τῷ Κυρίῳ, διελθόντες τῷ ποδὶ ἐν ποταμῷ· ὅτε γεγένηται ταῦτα, ὧν τύπος ἦν τὸ ἐν τῷ Ἰησοῦ θαῦμα, ὅτε ἔστη τὰ ὕδατα καταβαίνοντα ἄνωθεν.

Οἱ ὀφθαλμοὶ αὐτοῦ ἐπὶ τὰ ἔθνη, κ. τ. ἑ. Οἱ ὀφθαλμοὶ (55) αὐτοῦ τῷ παραπτώματι τοῦ Ἰσραὴλ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσιν.

Οἱ πικραίνοντες μὴ ὑψούσθωσαν, κ. τ. ἑ. Οἱ παραπικραίνοντες (56) οἱ ἐξ Ἰσραήλ εἰπιν· οὗτοι οὖν μὴ ὑψούσθωσαν ἑαυτοῖς, γινώσκοντες, ὅτι οἱ ὀφθαλμοὶ τοῦ Θεοῦ ἐπὶ τὰ ἔθνη ἐπιβλέπουσι.

Τοῦ αὐτοῦ. Παραπικραίνοντές (57) εἰσιν οἱ δεδωκότες εἰς τὸ βρῶμα αὐτοῦ χολὴν, καὶ εἰς τὴν δίψαν ποτίσαντες ὄξος. Τούτους ὁ μὲν Θεοδοτίων « ἐκκλίναντας » εἶπεν, « ἀφισταμένους » δὲ ὁ Ἀκύλας· σαφέστερον δὲ ὁ Σύμμαχος εἴρηκεν· « Οἱ ἀπειθεῖς μὴ ὑψούτωσαν ἑαυτούς. » Μὴ τοίνυν μέγα φρονείτω ὁ ὑπέροπτος λαὸς τοῦ Ἰσραὴλ, μηδὲ κατὰ τῆς τῶν ἐθνῶν πληθύος ὑψηλὴν ἐπαιρέτω τὴν ὀφρὺν, μηδὲ λεγέτω καθ ἑαυτόν· Ἐγὼ πρωτότοκός εἰμι ἐν τέκνοι; Θεοῦ.

Τοῦ θομένου τὴν ψυχήν μου εἰς ζωὴν, κ. τ. ἑ. Τοῦ θεμένου εἰς ζωὴν (58) τὸν εἰπόντα· « Ἐγώ εἰμι ἡ ζωή. Εἰς σάλον ἐδόθησαν οἱ πόδες Κάῖν, ὅτε. ἐξελθὼν ἀπὸ προσώπου τοῦ Θεοῦ, ῷκησεν ἐν γῇ Ναὴδ, » ὅ ἐστι σάλος· ἄλλʼ οὐχ οἱ Μωὐσέως, ᾦ εἴρηται· « Σὺ δὲ στῆθι μετ᾿ ἐμοῦ· » σὖ αἱ κνῆμαι στῦλοι [*]((56) Οἱ παραπικραίνοντες. ete. Eadem.) [*]((57) Παραπικραίνοντές εἰσιν, etc. Schedæ Grabii.) [*]((58) Ποῦ θεμένου εἰς ζωήν, etc. Catena Carderii.)

1501
ἦσαν μαρμάρινοι, τεθεμελιωμένοι ἐπὶ βάσεις χρυσᾶς, ὡς ἐν τῷ ᾌσματι τῶν ᾀσμάτων εἴρτ ται.

Ὅτι ἐδοκίμασας ἡμᾶς, ὁ Θεὸς, κ. τ. ἑ. Σαφῶς τοῦτο (59) ὅψει ἀπὸ τοῦ Ἰεζεκιὴλ, ἔνθα γέγραπται· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ λέγων· Υἱὲ Ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι οἷκος Ἰσραὴλ, ἀναμεμειγμένοι πάντες χαλκῷ, καὶ κασσιτέρῳ, καὶ μολίβδῳ, καὶ σιδήρῳ, ἐν μέσῳ καμίνου ἀργυρίου ἀναμεμιγμένος ἐστί. »

Εἰσήγαγες ἡμᾶς εἰς τὴν παγίδα, κ. τ. ἑ. Διὰ γὰρ πολλῶν θλέψεων (60) εἰσελθεῖν δεῖ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλʼ εἰ καὶ ἐπεβίβασας ἀνθρώπους ἐπὶ τὰς κεφαλὰς ἡμῶν, ἀλλʼ οὖν θαῤῥοῦμεν διὰ ὑπομονῆς μετεωρίσαι αὐτὰς, κατασπωμένων ἀπʼ αὐτῶν τῶν ἐπικειμένων πολεμίων ἀνθρώπων.

Εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, κ. τ. ἑ. Ἅ ηὐξἀμην (61), φησὶ, θλιβόμενος ἀποδώσω σοι. Ηὐξάμηνμ δὲ ὡς, τῆς θλίψεως τῆς παρούσης ῥυσθεὶς, διαπαντὸς ἀναπέμψω σοι τὰς αἰνέσεις· ἤτοι τὰς κατὰ νόμον θυσίας πρὸ τῆς τοῦ Σωτῆρος ἐπιδημίας· ἢ τὰς πνευματικὰς. εἰσερχόμενος εἰς τὸν οἶκον τοῦ Θεοῦ, τὴν Ἐκκλησίαν, ἐν ὁλοκαυτώμασι, τελείας τε καὶ ὁλοκλήρους ἀρετὰς ἐξ ὅλων ἱερου ργῶν, καὶ τὰς καταλλήλους αὐτοῖς ἐκτιννύων εὐχάς.