Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

(12) Ἐκ τῶν εἰς τὸν ν᾿ ψαλμὸν ἐξηγητικῶν ἐν μέρει τῆς κατὰ τὸν Οὐρίαν ἱστορίας τὴν ἀρχὴν ἀλληγορήσας, ἐπιφέρει.

Εἰ δέ τῳ βίαιον εἶναι δοκεῖ τὸ ἐκ μέρους μὲν ἱστορίαν ἀλληγορῆσαι, μὴ ἐξομαλίσαι δὲ αὐτὴν, δῆλον ὅτι ταῦτα μὲν μάτην λελέξεται, ἄλλα δὲ εἰς τὸν τόπον ζητητέον· εἰ μὴ ἄρα ἐπὶ πλέον τις βασανίσας τὰ κατὰ τὸν τόπον, εὕροι πάντα ἀποκαταστῆσαι, καὶ τὰ περὶ τὸν ἀναιρεθέντα ἄνδρα, καὶ τὴν δοκοῦσαν αὐτοῦ χρηστότητα· μὴ βουλομένου εἰς τὸν οἶκον αὐτοῦ γενέσθαι καὶ ἀναπαύεσθαι, τοῦ λαοῦ ἐν στρατοπέδῳ τυγχάνοντος καὶ ἀγωνιῶντος. Οὐκ οἶδα δὲ πῶς οἱ φεύγοντες τὴν ἐν τούτοις ἀλληγορίαν, καὶ τὴν λέξιν διʼ ἑαυτὴν ἀναγεγράφθαι νομίζοντες, παραστήσονται τῷ βουλήματι τοῦ ἁγίου Πνεύματος πράγματα ἀναγραφῆς ἀξιώσαντος· ἐφʼ οἷς οὐ μόνον ἀκολασία, ἀλλὰ καὶ ὠμότης καί ἀπανθρωπία κατηγορεῖται τοῦ Δαυῒδ, τολμήσαντος εἰς τὸν Οὐρίαν πρᾶγμα ἀλλότριον καὶ τοῦ τυχόντος ἤθους μετρίως βελτιωθέντος. Ἐγὼ δὲ εἴποιμι ἂν, ὅτι, ὥσπερ αἱ κρίσεις τοῦ Θεοῦ μεγάλαι καὶ δυσδιήγητοί εἰσι, δοκοῦσαι αἰτίαι τυγχάνειν τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι ψυχὰς, οὕτω καὶ αἱ Γραφαὶ αὐτοῦ μεγάλαι μὲν καὶ πεπληρωμέναι νοημάτων εἰσὶν ἀποῤῥήτων καὶ μυστικῶν καὶ δυσθεωρήτων· σφόδρα δὲ καὶ δυσδιήγητοί εἰσι, καὶ αἰτίαι δοκοῦσι τοῦ τὰς ἀπαιδεύτους πλανᾶσθαι τῶν ἑτεροδόξων ψυχὰς, ἀπερισκέπτως καὶ μετὰ προπετείας κατηγορούντων τοῦ Θεοῦ ἐξ ὧν οὐ νοοῦσι Γραφῶν, καὶ διὰ τοῦτο ἐκπιπτόντων ἐπὶ ἀναπλασμὸν ἄλλου Θεοῦ. Ἀσφαλὲς οὖν τὸ περιμένειν τὴν ἑρμηνείαν τοῦ σαφηνιστοῦ Λόγου, καὶ « τῆς ἐν μυστηρίῳ σοφίας ἀποκεκρυμμένης, ἣν οὐδεὶς τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ἔγνωκε, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου,» φανερωθέντος τοῖς ἀποστόλοις καὶ τοῖς ἐκείνοις παραπλησίοις, διά τε Γραφῶν προφητικῶν καὶ τῆς γενομένης εἰς αὐτοὺς ἐπιφανείας τοῦ Σωτῆρος ἡμῶν Λόγου τοῦ « ἐν ἀρχῇ πρὸς τὸν Θεόν. »

Ἐλέησόν με, ὁ Θεὸς, κ. τ. ἑ. Ἐλεεῖ δὲ τὴν φύσιν [*](31 Matth, v, 16. 32 I Cor. 11, 7, 8; Rom. XVI, 25.) [*]((9) Ὁμοίωσίς ἐστιν, ete. Iidem mss.) [*]((10) Ἀρπάξεται ψυχή, etc. Iidem mss.) [*]((11) Ἐν τῇ θυσίᾳ, etc. Catena Corderii.)

1456
(13) ὁ πλάσας αὺτὴν πολυνοσοῦσαν τὸ ἀδρανές· κατασείει γὰρ τὸν νοῦν ὁ τῆς ἁμαρτίας εὐρετὴς, συνεργὸν ἔχων τὸν ἐν τοῖς μέλεσι τῆς σαρκὸς ἀγριαίνοντα νόμον· προσιτέον οὖν Θεῷ· πᾶσα γὰρ ἰσχὺς παῤ σὐτοῦ. Τάχα δὲ καὶ προγνοὺς, ὅτι κατὰ καιροὺς ἐπιλάμψει τοῖς ἐπὶ γῆς ὁ Χριστὸς ἐξαλείψων πᾶσαν ἁμαρτίαν τοῦ κόσμου, ἔλεος μέγα τὴν οὕτω λαμπρὰν εἰκότως χάριν καλεἴ· γέγραπται γὰρ ὅτι « πᾶσα ἁμαρτία ἐμφράξει τὸ στόμα αὐτῆς. » Κατὰ γὰρ τὸν Ἀπόστολον, « Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων; »

Ἐπὶ πλεῖον πλῦνόν με, κ. τ. ἑ. Τοῦ μηκέτι (14) ἀνομοῦντος ἐξαλείφεται τὸ ἀνόμημα· ὁ δὲ ἐπὶ πλεῖονπλυθεὶς καθαρίζεται ἀπὸ τῆς ἁμαρτίας αὐτοῦ. Κατὰ μιᾶς τοίνυν ἐνεργείας ἐπίνοια διάφορος. Ἡ μὲν γὰρ χωρὶς νόμου, ἡ δὲ κατὰ νόμου παράβασιν δηλοῖ. Αἱτεῖ δὲ ταύτην ἐκπλῦναι τὸν καθᾶραι δυνάμενον ἀπὸ τῆς χείρονος ἕξεως. Ὅρα δὲ τοῦ Χριστοῦ πάλιν τὸ μυστήριον· τὴν γὰρ ἐν νόμῳ κάθαρσιν ἡ τοῦ βαπτίσματος ὑπερβαίνουσα δύναμις, καὶ ταύτης τῆς ψυχῆς ἐργάζεται κάθαρσιν.

Σοὶ μόνῳ ἥμαρτον, κ. τ. ἑ. Οὐκ αἰτιατικόν (15) ἐστι τοῦτο τὸ, « ὅπως· » οὐ γὰρ διὰ τοῦτο ἡμάρτανον, ὅπως ἂν δικαιωθῇ ὁ Θεὸς ἐν τοῖς λόγοις αὐτοῦ. Ἐδικαιοῦτο δὲ ὁ Θεὸς εἰκότως ἀφʼ ὧν ἐκεῖνοι εὐεργετούμενοι ἠγνωμόνουν. Ὅτι. πολὺν τοῦ Θεοῦ τὸν περὶ μετανοίας λόγον ποιησαμένου, ἐν τῷ λέγειν μὴ βούλεσθαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέφειν, καὶ ζῇν αὐτὸν, σοφῶς τῶν προκειμένων ἐμνημόνευσε ῥημάτων κατασκευάζων· Ὅτι, ἐὰν ἐμοὶ μετανοοῦντι συγχωρήσῃς, καὶ ἐπιστρέφοντι ἱλασθήσῃ. δικαιωθήσῃ ἐν τοῖς λόγοις σου, ὡς ἀληθὴς ἀναδειχθεὶς ταῖς σαῖς ὑποσχέσεσι· καὶ ἐν καιρῷ τῆς ἀνταποδόσεως, ἐμὲ τὸν ἐκ μετανοίας ἐλεηθέντα εἰς μέσον παραγαγὼν, δικαίως κρινεῖς τοὺς μὴ μετανοήσαντας.

Τοῦ αὐτοῦ. Κατʼ ἐνέργειαν (16) ἁμαρτάνοντες. καὶ ἀνθρώποις καὶ Θεῷ ἁμαρτάνομεν· κατὰ δὲ διάνοιαν πλημμελοῦντες Θεῷ μόνῳ ἐξαμαρτάνομεν. Ἤ ἀντὶ τοῦ, Σοὶ μόνῳ ἔγνωσται τὸ ἡμαρτημένον.

Ἀπόδος μοι τὴν ἀγαλλίασιν, κ. τ. ἑ. ᾯ ὀφείλεται τι (17), ἀποδίδοται· ἀποδίδοται οὖν τῇ λογικῇ φύσει ἀγαλλίασις σωτηρίου Θεοῦ· καὶ ὁ τῷ ἡγεμονικῷ στηριζόμενος πνεύματι οὐ δουλεύσει τῇ ἁμαρτίᾳ. Ὥσπερ « ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς αάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· » οὕτως, ἐὰν μὴ ὁ Θεὸς κτίσῃ καρδίαν καθαρὰν ἔν τινι, οὐκ αὐτάρκης πρὸς τοῦτο προαίρεσις καὶ δύναμις ἀνθρωπίνη. Πρῶτον δὲ καρδία κτίζεται καθαρὰ, εἶτα ἐπὶ ταύτῃ εὐθὲς πνεῦμα ἐγκαινίζεται τοῖς ἐγκάτοις, καὶ ταῦτα μὴ ἀνταναιρεθέντος τοῦ ἁγίου Πνεύματος. Εἶτα μετὰ δύο πνεύματα πνεύματι ἡγεμονικῷ τις ὑπὸ Θεοῦ ρίζεται. ἵνα ἑδραῖός τις καὶ ἄσειστος ᾖ.

[*]((16) Κατʼ ἐνέργειαν, etc. Schedæ Grabii, codex Coislinianus, et Catena Barbari.)[*]((17) ᾯ ὀφείλεταί τι, etc. Catena Corderii.)