Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τῷ δὲ ἁμαρτωλῷ εἶπεν ὁ Θεός· Ἴνα τί σὺ διηγῇ τὰ δικαιώματά μου; κ. τ. ἑ. Οὐ μόνον (5), οἶμαι, τῷ ἁπλούστερον νοουμένῳ ἁμαρτωλῷ ταῦτα εἶπεν ὁ Θεὸς, ἀλλὰ καὶ τῷ λαῷ τῆς κατατομῆς. Ὁ δὲ ἁμαρτωλὸς διὰ μόνου στόματος ἀναλαμβάνει τὴν Διαθήκην τοῦ Θεοῦ· μισεῖ γοῦν παιδείαν καὶ τὰ ἐπιφερόμενα ἁμαρτάνων. Ἤ ἐπεὶ « ὁ λαὸς οὗτος, φησὶ, τοῖς χείλεσί με τιμᾷ. ἡ δὲ καρδία αὐτῶν πόῤῥω ἀπέχει ἀπʼ ἐμοῦ. Οἱ ἐκ περιτομῆς ἐμίσησαν παιδείαν ἐν τῇ ἐπιδημίᾳ Χριστοῦ, καὶ ἐκβεβλήκασιν εἰς τὰ ὀπίσω τοὺς διὰ Ἰησοῦ Χριστοῦ λόγους τοῦ Θεοῦ· συνέδραμον δὲ τῷ κλέπτῃ καὶ προδότῃ Ἰούδα, καὶ μετὰ τῶν μοιχευόντων ξύλα καὶ λίθους ἔθηκαν ἑαυτῶν τὴν μερίδα· καὶ πρὸς ἄλλους καταλαλοῦσι τοῦ ἐξ ἐθνῶν ἀδελφοῦ αὐτῶν λαοῦ· ἀλλὰ καὶ κατ᾿ αὐτῶν τῶν ὁμομητρίων, καὶ ἐκ περιτομῆς πιστευόντων σκάνδαλα τιθέασι, βουλόμενοι διαστρέφειν αὐτούς· διὰ ταῦτα ἐσίγησεν αὐτοῖς ὁ Θεός. Δέον δὲ αὐτοὺς εἶναι πρὸ ὀφθαλμῶν, ὁ δὲ ἐκβάλλει αὐτοὺς εἰς τὰ ὀπίσω.

Τοῦ αὐτοῦ. Ὅτι οὐ δεῖ (6) ἁμαρτάνοντά τινα ἐν διδασκάλου προκαθέζεσθαι τάξει.

Σὺ δὲ ἐμίσησας παιδείαν, κ. τ. ἑ Παιδεία ἐστὶ (7) μετριοπάθεια παθῶν.

Καὶ μετὰ μοιχῶν τὴν μερίδα σου ἐτίθεις, κ. Ἡ μερὶς ἡμῶν (8) ἐστιν ἡ γνῶσις τοῦ Θεοῦ. Ταύτην δὲ τίθεμεν μετὰ μοιχῶν, τὴν ἐκείνων ἀναλαμβάνοντες. Μοιχὸν ἐνταῦθα τὸν πόρνον καλεῖ, καὶ. παντοῖον ἀκόλαστον.

[*](26 Rom. VIII, 29, 30. Joan. v, 22. Matth. x, 29, 29 Psal. L, 19. 30 Matth. xv, 8.)[*]((5) Οὐ μόνον, etc. Catena Corderii.)[*]((6) Ὅτι οὐ δεῖ, etc. Codex Coislinianus et sche- dæ Grabii.)[*]((7) Παιδεία ἐστί, etc. Iidem mss.)[*]((8) Ἡ μέρις ἡμῶν, etc. Iidem mss.)
1453

Υπέλαβες ἀνομίαν, ὅτι ἔσομαί σοι ὅμοιος, κ. τ. ἑ. Ὁμοίωσίς ἐστιν (9) ἡ διὰ τῶν ἀγαθῶν πράξεων μίμησις. Διόπερ οὐ τοῖς ἁμαρτάνουσιν, ἀλλὰ τοῖς κατορθοῦσιν ἐξομοιοῦται ὁ Κύριος.

Μήποτε ἁρπάσῃ, καὶ οὐ μὴ ᾖ ὁ ῥυόμενος, κ. τ. ἑ. Ἁρπάζεται ψυχὴ (10) παντελῶς ἐκπεσοῦσα Θεοῦ.

Θυσία αἰνέσεως δοξάσει με, κ. τ. ἑ. Ἐν τῇ θυσίᾳ (11), φησὶ, τῆς αἰνέσεως ὁδός ἐστι τῆς παρὰ Θεῷ σωτηρίας. Θυσία δὲ αἰνέσεως δοξάσει ἡμῶν τὸν Θεὸν, ὅτι οἱ βλέποντες τὰ καλὰ ἡμῶν ἔργα δοξάσουσι τὸν Πατέρα ἡμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Ἐν δὲ τούτοις ὅντων ἡμῶν, ἐστὶν ἡ ὀδὸς ἐν ᾗ δείξει ἡμῖν ὁ Θεὸς τὸ σωτήριον ἑαυτοῦ.