Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τί ἐγκαυχᾷ ἐν κακίᾳ ὁ δυνατὸς ἀνομίαν, κ. τ. ἑ. « Ὁ καυχώμενος (18), φησὶν Ἀπόστολος, ἐν Κυρίῳ καυχάσθω. »

Τοῦ αὐτοῦ. Οὐκ εἶπεν (19) ὄνομα μέσον, ἐμφαῖνον τὸ φαῦλον. Οὐ γὰρ εἶπε, « Τί καυχᾷ; » ἀλλὰ, « Τί ἐγκαυχᾷ; » οὐδέποτε δὲ ἐν ἀγαθῷ λέγεται τὸ « ἐγκαυχᾶσθαι· » ἀλλʼ εἴ τις ἁμαρτάνει, ἐγκαυχᾶται. Δύναται δὲ καὶ πρὸς τὸν Σαοὺλ ὁ λόγος εἰρῆσθαι.

Τοῦ αὐτοῦ. Εἰ ἔστι δυνατὸς (20) ἐν ἀνομίᾳ, ἔστι καὶ ἀδύνατος ἐν ἀνομίᾳ. Καὶ ὁ μὲν δυνατὸς ἐν ἀνομίᾳ ἀδύνατος ἐν δικαιοσύνη· ὁ δὲ ἀδύνατος ἐν ἀνομίᾳ δυνατὸς ἐν δικαιοσύνῃ.

Τοῦ αὐτοῦ. Φαῦλον μὲν (21) τὸ « ἐγκαυχᾶσθαι, μέσον δὲ τὸ « καυχᾶσθαι. » Ὁ μὲν ἀδύνατος καὶ ἄτονος καὶ ὀλίγος ἐν κακίᾳ, πλεονάζοντος αὐτῷ τοῦ κρείττονος τρόπου, ὡς ἀσθενέστερος ἐν κακίᾳ, ἐγκαλύψαιτο ἁμαρτάνων, καὶ ὑπὸ τῆς συνειδήσεως κεντούμενος, μετανοήσειεν ἄν· ὁ δὲ δυνατὸς ἐν κακίᾳ τυφοῦται ἐπʼ αὐτῇ, καὶ ἐγκαυχᾶται, ὡς ἐπὶ μεγάλῳ κατορθώματι σεμνυνόμενος. Ἐν πάσῃ δὲ ἡμέρᾳ διδασκόμενός τις τὸν θεῖον λόγον, ἐὰν ἁμαρτάνῃ, καὶ λογίζεται ὅλην τὴν ἡμέραν. Ἤ τὸ, ἡμέραν, φανέρωσιν δηλοῖ, ἢ ὅλον τὸν χρόνον, καθʼ ὅν ἀνομεῖ.

Ὅλην τὴν ἡμέραν ἀδικίαν ἐλογίσατο ἡ γλῶσσά σου· ὡσεὶ ξυρὸν ἠκονημένον ἐποίησας δόλον, κ. τ. ἑ. Τὸ λογιζόμενον (22), τὸ ἡγεμονικὸν, καὶ ἡ καρδία, οὐχ ἡ γλῶσσα τοῦ Δωὴκ ἀδικίαν ἐλογίσατο. Τὸ δὲ, ἐλογίσατο, ἤτουν ἀδίκους λογισμοὺς, ἐπεὶ « ἐν στόματι μωρῶν ἡ καρδία αὐτῶν, » διὰ τοῦτο ἡ γλῶσσα τοῦ Δωὴκ ἐφθέγξατο· οὐ γὰρ αὐτὴ ἡ λογιζομένη, ἀλλʼ ἡ τοῖς λογισμοῖς ἐξυπηρετουμένη.

Ἠγάπησας κακίαν ὑπέρ ἀγαθωσύνην, κ. τ. ἑ. Εἰσὶν οἱ ὡσπερεὶ (23) τὰ ἐναντία ἀγαπῶντες· τῷ μήποτε πάντη ἀνακεῖσθαι ἀρετῇ, μήτε ὅλῃ κακίᾳ προσέχειν ἐθέλειν· τούτων οἱ μὲν φαυλότεροι κακίαν μᾶλλον ἀγαπῶσιν ἢ ἀρετήν· οἱ δὲ ἀνάπαλιν.

Ἠγάπησας πάντα ῥήματα καταποντισμοῦ, κ. τ. ἑ. Ῥήματα καταποντισμοῦ (24), διαβάλλων τὸν Δαυῒδ, ἠγάπησεν ὁ Δωήκ.