Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἐταράχθησαν ἔθνη, ἔκ. λιναν βασ λεῖαι, κ. τ. ἑ. Ἐν τῇ Χριστοῦ ἐπιδημίᾳ (51) ἔκλιναν αἱ βασιλεῖαι. « Ἔδωκε φωνὴν αὐτοῦ ὁ Χριστὸς, ἐσαλεύθη ἡ γῆ· ἀντὶ τοῦ, οἱ ἐπὶ τῆς γῆς, τῶν πανταχοῦ Ἐκκλησιῶν συνισταμένων.

Τοῦ αὐτοῦ. Ἐὰν ἀκούσῃ φωνῆς (52) Κυρίου ψυχὴ λογικὴ, σαλεύεται, μεταβαίνουσα ἀπὸ κακίας πρὸς ἀρετὴν, καὶ ἀπὸ ἀγνωσίας εἰς γνῶσιν Θεοῦ. Τῆς θείας, φησὶ, βοηθείας ἐπιφανείσης, νῶτα δεδώκασιν οἱ πολέμιοι, καὶ αἱ τἀναντία πάλαι φρονοῦσαι βασιλεῖαι ὑπέκλιναν τὸν αὐχένα τῷ θείῳ ζυγῷ καὶ σωτηρίῳ· τῇ γὰρ ἀληθείᾳ καὶ τῇ τῶν πραγμάτων μαρτυρίᾳ καὶ ταῖς παντοδαπαῖς θαυματουργίαις οἶον φωνῇ τινι χρησάμενος ὁ Θεὸς, τὸ οἰκεῖον ὕψος τοῖς ἀνθρώποις ὑπέδειξεν.

Ἄγταναιρῶν πολέμους μέχρι τῶν περάτων τῆς γῆς, τόξον συντρίψει καὶ συγκλάσει ὅπλον, καὶ [*](1 Psal. XXXIII, 20. 2 Matth. VII, 14. 3 Psal. XLV, 6.) [*]((47) Φεύγοντες τὴν πορνείαν, etc. Schedæ Grabii et Catena Barbari.) [*]((48) Θαλάσσας καὶ ὄρη. etc. Schedæ Grabii, codex Coishinianus et Catena Barbari.) [*]((50) Πόλις Θεοῦ, etc. Schedæ Grabii et Catena)

1436
θυρεοὺς κατακαύσει ἐν πυρὶ, κ. τ. ἑ. Δὑνπαι τὸ (53), « ἀνταναιρῶν πολέμους, » λέγεσθαι, ἐπεὶ ἐπαύσαντο ὑπὸ Ῥωμαίων οἱ πρότερον συνεχεἱς γινόμενοι πόλεμοι, ὑπὸ μίαν ποιησάντων βασιλείαν τὰς πρότερον πολλὰς μετὰ τὴν γένεσιν τοῦ Σωτῆρος. Γἑγονε γὰρ « δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰ ρἡνη, ἐν ἀνθρώποις εὐδοκία. » Ὁ Κύριος οὗν Ἰησοῦς ἔθετο τὰ ἐπὶ γῆς τέρατα, ἀνταναιρῶν τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, οὓς ἐπολεμοῦντο Οἱ ἄνθρωποι. Ἀνταναιρῶν δὲ τοὺς πολέμους σονέτριψς τὸ τόξον, ἀφʼ οὗ ἐπέμποωτο τὰ πεπυρωμένα βέλη τοῦ διαβόλου, καὶ συνέκλασα τὸ ὅπλον αὐτοῦ, καὶ ποῦς θυρεοὺς κατέκαυσε. Τὸ δὲ ὑψωθήσομαι » Θεθῦ φωνὴ λέγοντος ταῦτα, μετὰ τὸ ἀνταναιρεθῆναι τοὺς ἕως τῶν περάτων τῆς γῆς πολέμους, καὶ συντκβῆναι τόξον, καὶ συγκλασθῆναι ὅπλον.

Τοῦ αὐτοῦ. Τόξον νῦν (54) καὶ ὅπλον καὶ θυρεὺν, κατάστασιν χειρίστην φησὶ καὶ λογισμοὺς πονηρούς.

Σχολάσατε, καὶ γνῶτε, ὅτι ἐγώ εἰμι ὁ Θεός, κ. τ. ἑ. Σχολῆς χρεία (55) πρὸς τὸριον.

Πάνται τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. Οἱονεὶ φωνὴν (56) ἀφιέτωσαν ἀγαλλιάσεως ἀτὸ τῶν καλῶν ἔργων αἱ χεῖρες ἡμῶν. Καὶ γὰρ ἀλαλάζοντες, καὶ ὅτι ποτʼ οὖν πράττοντες, ἤτοι τῷ Θεῷ ποιοῦμεν. ὅταν κατὰ Θεὸν ᾖ, ἢ τῷ διαβόλῳ, ὅταν κακίαν ἐνεργοῦμεν. Οὕτω δὲ καὶ τῷ Θεῷ ψάλλομεν, καὶ τῷ βεσιλεἴ Χριστῷ, ἀπὸ κοινοῦ τὸ ἐν φωνῇ ἀγαλλιάσεως· ἵν’ ᾖ τό· Κροτήσατε χεῖρας τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Εἶναι δύναται πᾶσα ἡ κατὰ Θεὸν, ᾖ ἔπεται τὸ ἀγαλλιᾷν· ἡ δʼ ἐναντία κλαυθμός. Καὶ πάλαι μὴν Κύριος ἦν οὐκ ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ὕψιστος ὀ??γοις, καὶ φοβερὸς εὐλαβέσιν εὐαριθμήτοις, καὶ βαπλεὺς οὐ πολλοῖς, καὶ μέγας σπανίοις, ὁποῖος ἦν ὁ μέγας Ἰσαὰκ καὶ ὁ μέγας Μωσῆς· νυνὶ δὲ παλλῷ πλείοσι ταῦτα πάντα ἐστίν· ἔσται δὲ καὶ ἅπαξ πλλῶς πάντα ἐν πᾶσι. Πρότερον μὲν ἐπὶ τὸν Ἰσραὴλ μόνογ ἦν μέγα τὸ ὄνομα αὐτοῦ· ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν. Βαιλεὺς γὰρ νῦν πάσης τῆς γῆς ὁ Θεὸς, ὅτε ἐβασίλευσεν ὁ Θεὶς ἐπὶ τὰ ἔθνη.