Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησάν σοι κ. τ. ἑ. Ἀντὶ Ἀβραὰμ (45), καὶ Ἰσαὰκ, καὶ κὼβ καὶ τῶν λοιπῶν τῶν εὐαρεστησάντων αὐτῷ τῇ Παλαιᾷ, ἐγεννήθησαν οἱ μαθηταὶ, καὶ ἡμςῖς οἱ αὐτῶν πιστεύσαντες, καὶ τὴν ἐκείνην πίστιν κλῃῶ νομήσαντες καὶ γνῶσιν. Κληρονομία γὰρ λογ ογικῆ φύσεώς ἐστι γνῶσις Θεοῦ.

Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, κ. τ. ἑ. Θεὸς μόνος (46) καταφυγὴ, διὸ ἐπὶ μηδένα ἄλλα [*]((44) Πλησίον ἡμῶν, etc. Codex Coisliuianus schedæ fGrahii ct catena Barbari.) [*]((45) Ἀντὶ Ἀβραάμ, etc. Schedæ Grabi et cater Barbari.) [*]((46) Θεὺς μόνος, etc. Catena Corderii.)

1433
καταφεύγωμεν. Εἰ δυνάμει ὁ δυνάμενος δύναται, Θεὸς δὲ τῶν ἀγίων ἡ δύναμις, Θεῷ ὁ ἅγιος δύναται. Ἀλλὰ καὶ βοηθὸς ἐν θλίψεσιν ὁ Θεὸς, ἵνα ἐν αὐταῖς καυχησώμεθα ὑπομένοντες αὐτάς. Ἐπίστησον δὲ τὸ, « Πολλαὶ αἱ θλίψεις τῶν δικαίων· » ἑτέραι οὖσαι παρὰ τὰς μάστιγας τῶν ἁμαρτωλῶν. Καὶ διὰ τὸ στενὴν καὶ τεθλιμμένην εἶναι τὴν ὁδὸν τὴν ἀπάγουσαν εἰς ζωὴν, ἤν ὀλίγοι εὑρίσκουσι· μήποτε εὑρίσκουσιν αἱ θλίψεις τοὺς δικαίους. « Διὰ τοῦτο οὐ φοβηθησόμεθα, » καὶ ἐξῆς. Ἐν τῇ συντελείᾳ οἱ μὲν ἁμαρτωλοὶ ὄντες γῆ ταραχθήσονται, οἱ δὲ ἅγιοι, ὄρη, μετατεθήσονται τὴν μετάθεσιν τοῦ Ἑνώχ. Μετατέθειται δὲ καὶ ὄρος ὁ Ἰσραὴλ διὰ τὰ ἔθνη. Ἀπὸ κοινοῦ τὸ, « ἐν τῇ κραταιότητι αὐτοῦ, » ἵνʼ ᾖ « Διὰ τοῦτο οὐ φοβηθησόμεθα, ἐν τῷ ταράσσεσθαι τὴν γῆν, καὶ μετατίθεσθαι τὰ ὄρη » ἐν τῇ κραταιότητι αὐτοῦ.

Τοῦ αὐτοῦ. Φεύγοντες τὴν πορνείαν (47), τῇ σωφροσύνῃ προσφύγομεν, καὶ κατὰ τῆς γαστριμαργίας μαχόμενοι, μετὰ τῆς ἐγκρατείας μαχόμεθα. Εἰ γὰρ προσφεύγομεν, καταφυγὴ ὀνομάζεται· εἰ δὲ σὺν αὐτῇ πολεμοῦμεν, δύναμις.

Διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν, κ. τ. ἑ. Θαλάσσας καὶ ὄρη (48) νῦν φύσεις λέγει λογικὰς ὑψουμένας καὶ ἐπαιρομένας κατὰ τῆς γνώσεως τοῦ Θεοῦ.

Τοῦ ποταμοῦ τὰ ὀρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ Θεοῦ, κ. τ. ἑ Τοῦ ποταμοῦ (49) τὰ ὁρμήματα κατὰ τὰς διαιρέσεις τῶν χαρισμάτων καὶ τὰς διαιρέσεις τῶν διακονιῶν. Βοηθεἵται ἡ πόλις τοῦ Θεοῦ, ἐγγιζούσης ἡμέρας. Γράφεται δὲ καὶ,« Βοηθήσει αὐτῆς τῷ προσώπῳ· » σώζει γὰρ αὐτῆς τὸ κάλλος ἄτρωτον, ἡνίκα παρὰ τῶν ἀντικειμένων ταράσσεται.

Τοῦ αὐτοῦ. Πόλις Θεοῦ (50) ἤτοι ἡ Ἐκκλησία, αὕτη ἡ λογικὴ ψυχή· ποταμοῦ δὲ ὁρμήματα, τὰ τοῦ Πνεύματος χαρίσματα.