Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Τοῦ αὐτοῦ. Ἐπὶ ταῖς νίκαις (57) πεφὑκασιν οἱ ἄνθρωποι τὰς χεἴρας κροτεῖν. Τοιγαροῦν κροτήσω μεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· « Θαρσεἴτε, ἐγὼ νενίκηκα τὸν κόσμον. » Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τά ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων.

Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ. « Ὑπέταξ λαοὺς (58), » τοὺς μαθητευομένους τοῖς τοῦ Ἰσραῒλ μυστηρίοις. Ταῦτα δὲ οἱ ἀπόστολοι ἐροῦσιν ἐπὶ τοἴς [*]((56) Οἱονεὶ φωνήν, etc. Catena Corderii.) [*]((57) Ἐπὶ ταῖς νίκαις, etc. Schedæ Grabii.) [*]((58) Ὑπέταξε λαούς, etc. Catena Cordurii.-)

1437
μαθητευομένοις, οὗσι πολλοῖς. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν, μὴ ἐπισταμένων ἐαυτεῖς ἐκλέξασθαι ὃ κληρονομήσομεν, ἐξελέξατο ἡμῖν μερίδα ἣν κληρονομήσομεν, ἥτις ἐστὶ τοῦ Ἰακὼβ καλλονὴ. ἣν ἠγάπησεν ὁ Κύριος.

Τοῦ αὐτοῦ. Ἔδωκεν ἡμῖν (59) ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων παὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δὑναμιν τοῦ ἐχθροῦ.

Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, κ. τ. ἑ. Ὥσπερ δ Κύριος (60) ἐλεύσεται « ἐν φωνῇ ἀγγέλου, καὶ ἐν σάλπτγγι Θεοῦ καταβήσεται ἀπʼ οὐρανοῦ, » οὕτως ἀνέβη δ Θεὸς ἐν ἀλαλαγμῷ. Κύριος δὲ « ἐν φωνῇ σάλπιγγος, » καὶ τάχα ἀλαλαγμῷ πάντων ἐθνῶν κροτησάντων χεῖρας, ἀλαλαξάντων Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Τούτοις δὲ καὶ ἀναβαίνειν οἶμαι τὸν Θεόν. Ἐὰν δέ τις αὐτὸν αἰνῇ ἐν ἤχῳ σάλπιγγος, καὶ αὐτὸς ἀναβήσεται δ ἀναβαίνων ἔν φωνῇ σάλπιγγος.

Ψάλατε τῷ Θεῷ ἡμῶν, κ. τ. ἑ. Ἑκατέρως τῷ Θεῷ (61), διὰ τὸ, « βασιλεὺς πάσης τῆς γῆς ὁ Θεός. Τὸ « συνετῶς » ἴσον τῷ, ψάλατε τῷ νῷ. Ἔστι δὲ καὶ προτρεπτικὸν εἴς γνῶσιν. Καὶ ἐβασίλευσεν ἐν τῇ Χριστοῦ παρουσίᾳ. Θρόνος δὲ ἅγιος Θεοῦ οἱ βασιλευόμενοι ὑπʼ αὐτοῦ, οἷς ἐνίδρυται ὁ Θεός.

Τοῦ αὐτοῦ. Τῷ κατὰ Θεὸν (62) εὐθυμοῦντί ἐστι τὸ ψάλλειν, κατὰ τό· « Εὐθυμεῖ τις; ψαλλέτω. »