Selecta in Psalmos [Dub.]

Origen

Origenes. Origenis Opera Omnia, Volume 2 (Patrologia Graeca, Tomus 12). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1862.

Ὡραῖος κάλλειπαρὰ τοὺς υἱοὺς τῶν· ἀνθρώτων, τ. ἑ. Ἐκ τοῦ προφητικοῦ προσώπου (32) ταῦτ [*]((28) Λέγοιεν τοιαῦτα, etc. Catena Corderii.) [*]((29) Τὸ δὲ, Ἐξηρεὐξατο, etc. Catena Corderii.) [*]((30) Λόγος ἀγαθός ἐστιν, etc. Codex Coislinis- nus et Catena Barbari.) [*]((31) Κάλαμος γραμματέως, etc. Catena Conherii,) [*]((32) Ἐκ τοῦ προφητικοῦ προσώπου, etc. Eaduai Catena.)

1129
λέγεται, οὗ γλῶσσα κάλαμος ἦν γραμματέως ὀξυγράφου. Ἐξεχύθη δὲ χάρις ἐν τοῖς χείλεσι τοῦ μιμητοῦ τοῦ Χριστοῦ, καὶ αýτοῦ τοῦ Χριστοῦ, οὐ μόνον διὰ τοὺς λόγους τῆς χάριτος τοὺς ἐκπορευομένους διὰ στόματος αὐτοῦ, ἀλλὰ διὰ τὴν χάριν τῆς τῶν ἁμαρτιῶν ἀφέσεως, λέγοντος αὐτοῦ· « Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου. »

Τοῦ αὐτοῦ. Τὴν σοφίαν (33) τὴν πνευματικὴν καὶ λόγον τοῦ Θεοῦ συγκρίνει σοφίᾳ κοσμικῇ καὶ λόγῳ ἀνθρωπίνῳ.

Περ ζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τόν μηρόν σου, δυνατέ, κ. τ. ἑ. Αὕτη ἡ ῥομφαία (34) χωρίζει ψυχὴν κακίας, καὶ νοῦν ἀγνωσίας, τὸν λεγόμενον παλαιὸν ἄνθρωπον διαφθείρουσα, καὶ ποιοῦσα καινὸν ἐν Χριστῷ κατʼ εἰκόνα τοῦ κτίσαντος.

Τοῦ αὐτοῦ. Μήποτε « ὁ μηρὸς (35) » σύμβολόν ἐστι γενέσεως. Οἱονεὶ οὖν τὸ λεγόμενον τοιοῦτόν ἐστι· Σύναψον τῇ γενέσει σου τὸ αἱρετικὸν τῶν πολεμίων. Καὶ σαφὲς μὲν ἡ γένεσις Ἰησοῦ ξίφος ἐγένετο κατὰ τῶν ἐχθρῶν αὐτοῦ. Ἤ ὁ ἐν ἁγνείᾳ βίου λόγος, ἀναιρῶν τὰ πάθη, περιζῶσθαι ῥομφαίαν λέγεται ἐπὶ τὸν μηρὸν αὐτοῦ. Πρῶτος δὲ Ἰησοῦς τοῦτο ἐποίησεν, ἐπεὶ οὐδὲν ἀνειμένον καὶ ἐκλελυμένον ἐν Χριστῷ. Κατὰ τοῦτο νοήσεις τὸ,« ἔντεινον. » Καὶ τὸν μὲν Σωτῆρα καὶ τοὺς ἁγίους αὐτοῦ ἡ δεξιὰ αὐτοῦ ὁδηγεῖ.

Ἕνεκεν ἀληθείας καὶ πραότηεος καὶ δικαιοσύνης, κ. τ. ἑ. Οἱ ἀληθεῖς(36), καὶ πραεῖς, καὶ δίκαιοι βασιλεύονται ὑπὸ τοῦ Χριστοῦ. « Καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. » Δεξιὰ τοῦ Θεοῦ ἐστιν ὁ ἐν αὐτῷ Θεὸς Λόγοε.

Τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως, κ. τ. ἑ. Βέλη Χριστοῦ (37) αἱ πρακτικαὶ ἀρεταὶ, καὶ τῇ μὲν δικαιοσύνῃ τοξεύει τὸν ἄδικον, τῇ δὲ φρονήσει τὸν ἄφρονα, τὸν δειλὸν τῇ ἀνδρείᾳ, τῇ ἐγκρατείᾳ τὸν ἀκόλαστον, τῇ μακροθυμίᾳ τὸν ὀργίλον, καὶ τῇ πίστει τὸν ἄπιστον. Πέμπεται δὲ πρὸ τῶν ἄλλων τὸ βέλος τῆς πίστεως. Δεῖ γὰρ πρῶτον πιστεῦσαι ὅτι ἔστι Θεός.